μήνυ[τραἰὼ ς[ϋηο[δʼ οὐδ[φησίν τις; ἢ[ἔοικεν ἤδη κ[ἄγʼ εἷα δὴ πᾶς ς[ῥινηλατῶν ὀσμ[αῖσιαὔρας ἐάν πῃ πρ[ ]διπλοῦς ὀκλάζω[ν ]νὕποσμος ἐν χρῷ [ ]οὕτως ἔρευναν καὶ π[]ἅπαντα χρηστὰ κα[ὶ τε]λεῖν.θεὸς θεὸς θεὸς θεός· ἔα [ἔα·ἔχειν ἔοιγμεν· ἴσχε, μὴ συρτει.ταῦτʼ ἔστʼ ἐκεῖνα· τῶν βοῶν τ[ὰ] σήματα.σίγ[α]· θεός τις τὴν ἀποι[κία]ν ἄγει.τί δρῶμεν, ὦ τᾶν; ἦ τὸ δέον [ἐξ]ήνομεν;τί; τοῖς[ι] ταύτῃ πῶς δοκεῖ;δοκεῖ πάνυ.σαφῆ [γ]ὰρ αὔθʼ ἕκαστα σημαίνει τάδε.ἰδοὺ ἰδού·καὶ τοὐπίσημον αὐτὸ τῶν ὁπλῶν πάλι[ν.ἄθρει μάλα.αὔτʼ ἐστι τοῦτο μέτρον [ἐ]κμε[τρού]μ[ε]νον.χ[ώ]ρει δρόμῳ καὶ τα[]ν ἔχουοπ[][]μενοςῥοίβδημʼ ἐάν τι τῶν [βοῶν δ]ιʼ οὖς [λάβῃοὐκ εἰσακούω πω [τορῶ]ς τοῦ φθ[έγ]ματος.ἀλλʼ αὐτὰ μὴν ἴχ[νη τε] χὠ στίβος τάδεκείνων ἐναργῆ τῶν β[ο]ῶν μαθεῖν πάρα.ἔα μάλα·παλινστραφῆ τοι ναὶ μὰ Δία τὰ βήματαεἰς τοὔμπαλιν δέδορκεν αὐ· τάδʼ εἴσιδε.τί ἐστὶ τουτί; τίς ὁ τρόχος τοῦ τάγματ[ος;εἰς τοὐπίσω τὰ πρόσθεν ἤλλακται, τὰ δʼ αὖἐναντίʼ ἀλλήλοισι συμπ[επλεγ]μένα·δεινὸς κυκησμὸς εἶχ[ε τὸν βοη]λάτην.τίνʼ αὖ τέχνην σὺ τήν[δʼ ἄρʼ ἐξ]ῆυρες, τίνʼ αὖ,πρόσπαιον ὧδε κεκλιμ[ένον] κυνηγετεῖν