ὦ λῆμʼ ἀναιδές, τοῦ καθυβρίζειν δοκεῖς,πότερον ἐμοῦ γέροντος ἢ σαυτοῦ, τόδε;ὅστις φόνους μοι καὶ γάμους καὶ συμφορὰςτοῦ σοῦ διῆκας στόματος, ἃς ἐγὼ τάλαςἤνεγκον ἄκων· θεοῖς γὰρ ἦν οὕτω φίλον,τάχʼ ἄν τι μηνίουσιν εἰς γένος πάλαι.ἐπεὶ καθʼ αὑτόν γʼ οὐκ ἂν ἐξεύροις ἐμοὶἁμαρτίας ὄνειδος οὐδέν, ἀνθʼ ὅτουτάδʼ εἰς ἐμαυτὸν τοὺς ἐμούς θʼ ἡμάρτανον.ἐπεὶ δίδαξον, εἴ τι θέσφατον πατρὶχρησμοῖσιν ἱκνεῖθʼ ὥστε πρὸς παίδων θανεῖν,πῶς ἂν δικαίως τοῦτʼ ὀνειδίζοις ἐμοί,ὃς οὔτε βλάστας πω γενεθλίους πατρός,οὐ μητρὸς εἶχον, ἀλλʼ ἀγέννητος τότʼ ἦ;εἰ δʼ αὖ φανεὶς δύστηνος, ὡς ἐγὼ ʼφάνην,ἐς χεῖρας ἦλθον πατρὶ καὶ κατέκτανον,μηδὲν ξυνιεὶς ὧν ἔδρων εἰς οὕς τʼ ἔδρων,πῶς ἂν τό γʼ ἆκον πρᾶγμʼ ἂν εἰκότως ψέγοις;μητρὸς δέ, τλῆμον, οὐκ ἐπαισχύνει γάμουςοὔσης ὁμαίμου σῆς μʼ ἀναγκάζων λέγειν,οἵους ἐρῶ τάχʼ· οὐ γὰρ οὖν σιγήσομαι,σοῦ γʼ εἰς τόδʼ ἐξελθόντος ἀνόσιον στόμα.ἔτικτε γάρ μʼ ἔτικτεν, ὤμοι μοι κακῶν,οὐκ εἰδότʼ οὐκ εἰδυῖα, καὶ τεκοῦσά με,αὑτῆς ὄνειδος παῖδας ἐξέφυσέ μοι.ἀλλʼ ἓν γὰρ οὖν ἔξοιδα, σὲ μὲν ἑκόντʼ ἐμὲκείνην τε ταῦτα δυσστομεῖν· ἐγὼ δέ νινἄκων ἔγημα φθέγγομαί τʼ ἄκων τάδε.ἀλλʼ οὐ γὰρ οὔτʼ ἐν τοῖσδʼ ἁλώσομαι κακὸςγάμοισιν οὔθʼ οὓς αἰὲν ἐμφορεῖς σύ μοιφόνους πατρῴους ἐξονειδίζων πικρῶς.ἓν γάρ μʼ ἄμειψαι μοῦνον ὧν σʼ ἀνιστορῶ.εἴ τις σὲ τὸν δίκαιον αὐτίκʼ ἐνθάδεκτείνοι παραστάς, πότερα πυνθάνοιʼ ἂν εἰπατήρ σʼ ὁ καίνων ἢ τίνοιʼ ἂν εὐθέως;δοκῶ μέν, εἴπερ ζῆν φιλεῖς, τὸν αἴτιοντίνοιʼ ἂν οὐδὲ τοὔνδικον περιβλέποις.τοιαῦτα μέντοι καὐτὸς εἰσέβην κακά,θεῶν ἀγόντων· οἷς ἐγὼ οὐδὲ τὴν πατρὸςψυχὴν ἂν οἶμαι ζῶσαν ἀντειπεῖν ἐμοί.