σὺ δʼ, εἶ γὰρ οὐ δίκαιος, ἀλλʼ ἅπαν καλὸνλέγειν νομίζων ῥητὸν ἄρρητόν τʼ ἔπος,τοιαῦτʼ ὀνειδίζεις με τῶνδʼ ἐναντίον.καί σοι τὸ Θησέως ὄνομα θωπεῦσαι καλόν,καὶ τὰς Ἀθήνας, ὡς κατῴκηνται καλῶς·κᾆθʼ ὧδʼ ἐπαινῶν πολλὰ τοῦδʼ ἐκλανθάνει,ὁθούνεκʼ εἴ τις γῆ θεοὺς ἐπίσταταιτιμαῖς σεβίζειν, ἥδε τοῦθʼ ὑπερφέρει·ἀφʼ ἧς σὺ κλέψας τὸν ἱκέτην γέροντʼ ἐμὲαὐτόν τʼ ἐχειροῦ τὰς κόρας τʼ οἴχει λαβών.ἀνθʼ ὧν ἐγὼ νῦν τάσδε τὰς θεὰς ἐμοὶκαλῶν ἱκνοῦμαι καὶ κατασκήπτω λιταῖςἐλθεῖν ἀρωγοὺς ξυμμάχους θʼ, ἵνʼ ἐκμάθῃςοἵων ὑπʼ ἀνδρῶν ἥδε φρουρεῖται πόλις.ὁ ξεῖνος, ὦναξ, χρηστός· αἱ δὲ συμφοραὶαὐτοῦ πανώλεις, ἄξιαι δʼ ἀμυναθεῖν.ἅλις λόγων, ὡς οἱ μὲν ἐξειργασμένοισπεύδουσιν, ἡμεῖς δʼ οἱ παθόντες ἕσταμεν.τί δῆτʼ ἀμαυρῷ φωτὶ προστάσσεις ποεῖν;ὁδοῦ κατάρχειν τῆς ἐκεῖ, πομπὸν δέ μεχωρεῖν, ἵνʼ, εἰ μὲν ἐν τόποισι τοῖσδʼ ἔχειςτὰς παῖδας ἡμῖν αὐτὸς ἐκδείξῃς ἐμοί·εἰ δʼ ἐγκρατεῖς φεύγουσιν, οὐδὲν δεῖ πονεῖν.ἄλλοι γὰρ οἱ σπεύδοντες, οὓς οὐ μή ποτεχώρας φυγόντες τῆσδʼ ἐπεύξωνται θεοῖς.ἀλλʼ ἐξυφηγοῦ· γνῶθι δʼ ὡς ἔχων ἔχεικαί σʼ εἷλε θηρῶνθʼ ἡ τύχη· τὰ γὰρ δόλῳτῷ μὴ δικαίῳ κτήματʼ οὐχὶ σῴζεται.κοὐκ ἄλλον ἕξεις εἰς τάδʼ· ὡς ἔξοιδά σεοὐ ψιλὸν οὐδʼ ἄσκευον ἐς τοσήνδʼ ὕβρινἥκοντα τόλμης τῆς παρεστώσης τανῦν,ἀλλʼ ἔσθʼ ὅτῳ σὺ πιστὸς ὢν ἔδρας τάδε.ἃ δεῖ μʼ ἀθρῆσαι, μηδὲ τήνδε τὴν πόλινἑνὸς ποῆσαι φωτὸς ἀσθενεστέραν.νοεῖς τι τούτων, ἢ μάτην τὰ νῦν τέ σοιδοκεῖ λελέχθαι χὤτε ταῦτʼ ἐμηχανῶ;οὐδὲν σὺ μεμπτὸν ἐνθάδʼ ὢν ἐρεῖς ἐμοί·οἴκοι δὲ χἠμεῖς εἰσόμεσθʼ ἃ χρὴ ποεῖν.χωρῶν ἀπείλει νῦν· σὺ δʼ ἡμίν, Οἰδίπους,ἕκηλος αὐτοῦ μίμνε, πιστωθεὶς ὅτι,