τέκνον τυφλοῦ γέροντος Ἀντιγόνη, τίναςχώρους ἀφίγμεθʼ ἢ τίνων ἀνδρῶν πόλιν;τίς τὸν πλανήτην Οἰδίπουν καθʼ ἡμέραντὴν νῦν σπανιστοῖς δέξεται δωρήμασιν;σμικρὸν μὲν ἐξαιτοῦντα, τοῦ σμικροῦ δʼ ἔτιμεῖον φέροντα, καὶ τόδʼ ἐξαρκοῦν ἐμοί·στέργειν γὰρ αἱ πάθαι με χὠ χρόνος ξυνὼνμακρὸς διδάσκει καὶ τὸ γενναῖον τρίτον.ἀλλʼ, ὦ τέκνον, θάκησιν εἴ τινα βλέπειςἢ πρὸς βεβήλοις ἢ πρὸς ἄλσεσιν θεῶν,στῆσόν με κἀξίδρυσον, ὡς πυθώμεθαὅπου ποτʼ ἐσμέν· μανθάνειν γὰρ ἥκομενξένοι πρὸς ἀστῶν, ἃν δʼ ἀκούσωμεν τελεῖν.πάτερ ταλαίπωρʼ Οἰδίπους, πύργοι μέν, οἳπόλιν στέγουσιν, ὡς ἀπʼ ὀμμάτων, πρόσω·χῶρος δʼ ὅδʼ ἱερός, ὡς ἀπεικάσαι, βρύωνδάφνης, ἐλαίας, ἀμπέλου· πυκνόπτεροι δʼεἴσω κατʼ αὐτὸν εὐστομοῦσʼ ἀηδόνες·οὗ κῶλα κάμψον τοῦδʼ ἐπʼ ἀξέστου πέτρου·μακρὰν γὰρ ὡς γέροντι προὐστάλης ὁδόν.κάθιζέ νύν με καὶ φύλασσε τὸν τυφλόν.χρόνου μὲν οὕνεκʼ οὐ μαθεῖν με δεῖ τόδε.ἔχεις διδάξαι δή μʼ ὅποι καθέσταμεν;τὰς γοῦν Ἀθήνας οἶδα, τὸν δὲ χῶρον οὔ.πᾶς γάρ τις ηὔδα τοῦτό γʼ ἡμὶν ἐμπόρων.ἀλλʼ ὅστις ὁ τόπος ἦ μάθω μολοῦσά ποι;ναί, τέκνον, εἴπερ ἐστί γʼ ἐξοικήσιμος.ἀλλʼ ἐστὶ μὴν οἰκητός· οἴομαι δὲ δεῖνοὐδέν· πέλας γὰρ ἄνδρα τόνδε νῷν ὁρῶ.ἦ δεῦρο προσστείχοντα κἀξορμώμενον;καὶ δὴ μὲν οὖν παρόντα· χὤ τί σοι λέγεινεὔκαιρόν ἐστιν, ἔννεφʼ, ὡς ἀνὴρ ὅδε.ὦ ξεῖνʼ, ἀκούων τῆσδε τῆς ὑπέρ τʼ ἐμοῦαὑτῆς θʼ ὁρώσης, οὕνεχʼ ἡμὶν αἴσιοςσκοπὸς προσήκεις ὧν ἀδηλοῦμεν φράσαι—πρὶν νῦν τὰ πλείονʼ ἱστορεῖν, ἐκ τῆσδʼ ἕδραςἔξελθʼ· ἔχεις γὰρ χῶρον οὐχ ἁγνὸν πατεῖν.τίς δʼ ἔσθʼ ὁ χῶρος; τοῦ θεῶν νομίζεται;ἄθικτος οὐδʼ οἰκητός· αἱ γὰρ ἔμφοβοιθεαί σφʼ ἔχουσι, Γῆς τε καὶ Σκότου κόραι.