οὐ γὰρ φιλοῦσιν ἄνδρας ἐκδίκους τρέφειν,οὐδʼ ἄν σʼ ἐπαινέσειαν, εἰ πυθοίατοσυλῶντα τἀμὰ καὶ τὰ τῶν θεῶν, βίᾳἄγοντα φωτῶν ἀθλίων ἱκτήρια.οὔκουν ἔγωγʼ ἂν σῆς ἐπεμβαίνων χθονός,οὐδʼ εἰ τὰ πάντων εἶχον ἐνδικώτατα,ἄνευ γε τοῦ κραίνοντος, ὅστις ἦν, χθονὸςοὔθʼ εἷλκον οὔτʼ ἂν ἦγον, ἀλλʼ ἠπιστάμηνξένον παρʼ ἀστοῖς ὡς διαιτᾶσθαι χρεών.σὺ δʼ ἀξίαν οὐκ οὖσαν αἰσχύνεις πόλιντὴν αὐτὸς αὑτοῦ, καί σʼ ὁ πληθύων χρόνοςγέρονθʼ ὁμοῦ τίθησι καὶ τοῦ νοῦ κενόν.εἶπον μὲν οὖν καὶ πρόσθεν, ἐννέπω δὲ νῦν,τὰς παῖδας ὡς τάχιστα δεῦρʼ ἄγειν τινά,εἰ μὴ μέτοικος τῆσδε τῆς χώρας θέλειςεἶναι βίᾳ τε κοὐχ ἑκών· καὶ ταῦτά σοιτῷ νῷ θʼ ὁμοίως κἀπὸ τῆς γλώσσης λέγω.ὁρᾷς ἵνʼ ἥκεις, ὦ ξένʼ; ὡς ἀφʼ ὧν μὲν εἶφαίνει δίκαιος, δρῶν δʼ ἐφευρίσκει κακά.ἐγὼ οὔτʼ ἄνανδρον τήνδε τὴν πόλιν νέμων,ὦ τέκνον Αἰγέως, οὔτʼ ἄβουλον, ὡς σὺ φῄς,τοὔργον τόδʼ ἐξέπραξα, γιγνώσκων δʼ ὅτιοὐδείς ποτʼ αὐτοὺς τῶν ἐμῶν ἂν ἐμπέσοιζῆλος ξυναίμων, ὥστʼ ἐμοῦ τρέφειν βίᾳ.ᾔδη δʼ ὁθούνεκʼ ἄνδρα καὶ πατροκτόνονκἄναγνον οὐ δεξοίατʼ, οὐδʼ ὅτῳ γάμοιξυνόντες ηὑρέθησαν ἀνόσιοι τέκνων.τοιοῦτον αὐτοῖς Ἄρεος εὔβουλον πάγονἐγὼ ξυνῄδη χθόνιον ὄνθʼ, ὃς οὐκ ἐᾷτοιούσδʼ ἀλήτας τῇδʼ ὁμοῦ ναίειν πόλει·ᾧ πίστιν ἴσχων τήνδʼ ἐχειρούμην ἄγραν.καὶ ταῦτʼ ἂν οὐκ ἔπρασσον, εἰ μή μοι πικρὰςαὐτῷ τʼ ἀρὰς ἠρᾶτο καὶ τὠμῷ γένει·ἀνθʼ ὧν πεπονθὼς ἠξίουν τάδʼ ἀντιδρᾶν.θυμοῦ γὰρ οὐδὲν γῆράς ἐστιν ἄλλο πλὴνθανεῖν· θανόντων δʼ οὐδὲν ἄλγος ἅπτεται.πρὸς ταῦτα πράξεις οἷον ἂν θέλῃς· ἐπεὶἐρημία με, κεἰ δίκαιʼ, ὅμως λέγω,σμικρὸν τίθησι· πρὸς δὲ τὰς πράξεις ὅμως,καὶ τηλικόσδʼ ὤν, ἀντιδρᾶν πειράσομαι.