ἴστω μέγας Ζεύς.Ζεύς γʼ ἂν εἰδείη, σὺ δʼ οὔ.ἆρʼ οὐχ ὕβρις τάδʼ;ὕβρις, ἀλλʼ ἀνεκτέα.ἰὼ πᾶς λεώς, ἰὼ γᾶς πρόμοι,μόλετε σὺν τάχει, μόλετʼ, ἐπεὶ πέραν περῶσʼ οἵδε δή.τίς ποθʼ ἡ βοή; τί τοὔργον; ἐκ τίνος φόβου ποτὲβουθυτοῦντά μʼ ἀμφὶ βωμὸν ἔσχετʼ ἐναλίῳ θεῷτοῦδʼ ἐπιστάτῃ Κολωνοῦ; λέξαθʼ, ὡς εἰδῶ τὸ πᾶν,οὗ χάριν δεῦρʼ ᾖξα θᾶσσον ἢ καθʼ ἡδονὴν ποδός.ὦ φίλτατʼ, ἔγνων γὰρ τὸ προσφώνημά σου,πέπονθα δεινὰ τοῦδʼ ὑπʼ ἀνδρὸς ἀρτίως.τὰ ποῖα ταῦτα, τίς δʼ ὁ πημήνας; λέγε.Κρέων ὅδʼ, ὃν δέδορκας, οἴχεται τέκνωνἀποσπάσας μου τὴν μόνην ξυνωρίδα.πῶς εἶπας;οἷά περ πέπονθʼ ἀκήκοας.οὔκουν τις ὡς τάχιστα προσπόλων μολὼνπρὸς τούσδε βωμούς, πάντʼ ἀναγκάσει λεὼνἄνιππον ἱππότην τε θυμάτων ἄποσπεύδειν ἀπὸ ῥυτῆρος, ἔνθα δίστομοιμάλιστα συμβάλλουσιν ἐμπόρων ὁδοί,ὡς μὴ παρέλθωσʼ αἱ κόραι, γέλως δʼ ἐγὼξένῳ γένωμαι τῷδε, χειρωθεὶς βίᾳ.ἴθʼ, ὡς ἄνωγα, σὺν τάχει. τοῦτον δʼ ἐγώ,εἰ μὲν διʼ ὀργῆς ἧκον, ἧς ὅδʼ ἄξιος,ἄτρωτον οὐ μεθῆκʼ ἂν ἐξ ἐμῆς χερός.νῦν δʼ οὕσπερ αὐτὸς τοὺς νόμους εἰσῆλθʼ ἔχων,τούτοισι κοὐκ ἄλλοισιν ἁρμοσθήσεται.οὐ γάρ ποτʼ ἔξει τῆσδε τῆς χώρας, πρὶν ἂνκείνας ἐναργεῖς δεῦρό μοι στήσῃς ἄγων·ἐπεὶ δέδρακας οὔτʼ ἐμοῦ καταξίωςοὔθʼ ὧν πέφυκας αὐτὸς οὔτε σῆς χθονός·ὅστις δίκαιʼ ἀσκοῦσαν εἰσελθὼν πόλινκἄνευ νόμου κραίνουσαν οὐδέν, εἶτʼ ἀφεὶςτὰ τῆσδε τῆς γῆς κύριʼ, ὧδʼ ἐπεισπεσὼνἄγεις θʼ ἃ χρῄζεις καὶ παρίστασαι βίᾳ,καί μοι πόλιν κένανδρον ἢ δούλην τινὰἔδοξας εἶναι κἄμʼ ἴσον τῷ μηδενί.καίτοι σε Θῆβαί γʼ οὐκ ἐπαίδευσαν κακόν·