ὦ τάλας ἐγώ, τάλας.οὔκουν ποτʼ ἐκ τούτοιν γε μὴ σκήπτροιν ἔτιὁδοιπορήσῃς· ἀλλʼ ἐπεὶ νικᾶν θέλειςπατρίδα τε τὴν σὴν καὶ φίλους, ὑφʼ ὧν ἐγὼταχθεὶς τάδʼ ἔρδω, καὶ τύραννος ὢν ὅμως,νίκα. χρόνῳ γάρ, οἶδʼ ἐγώ, γνώσει τάδε,ὁθούνεκʼ αὐτὸς αὑτὸν οὔτε νῦν καλὰδρᾷς οὔτε πρόσθεν εἰργάσω βίᾳ φίλων,ὀργῇ χάριν δούς, ἥ σʼ ἀεὶ λυμαίνεται.ἐπίσχες αὐτοῦ, ξεῖνε.μὴ ψαύειν λέγω.οὔτοι σʼ ἀφήσω, τῶνδέ γʼ ἐστερημένος.καὶ μεῖζον ἆρα ῥύσιον πόλει τάχαθήσεις· ἐφάψομαι γὰρ οὐ ταύταιν μόναιν.ἀλλʼ ἐς τί τρέψει;τόνδʼ ἀπάξομαι λαβών.δεινὸν λέγοις ἄν.τοῦτο νῦν πεπράξεται.ἢν μή σʼ ὁ κραίνων τῆσδε γῆς ἀπειργάθῃ.ὦ φθέγμʼ ἀναιδές, ἦ σὺ γὰρ ψαύσεις ἐμοῦ;αὐδῶ σιωπᾶν.μὴ γὰρ αἵδε δαίμονεςθεῖέν μʼ ἄφωνον τῆσδε τῆς ἀρᾶς ἔτι,ὅς μʼ, ὦ κάκιστε, ψιλὸν ὄμμʼ ἀποσπάσαςπρὸς ὄμμασιν τοῖς πρόσθεν ἐξοίχει βίᾳ.τοιγὰρ σέ τʼ αὐτὸν καὶ γένος τὸ σὸν θεῶνὁ πάντα λεύσσων Ἥλιος δοίη βίοντοιοῦτον οἷον κἀμὲ γηρᾶναί ποτε.ὁρᾶτε ταῦτα, τῆσδε γῆς ἐγχώριοι;ὁρῶσι κἀμὲ καὶ σέ, καὶ φρονοῦσʼ ὅτιἔργοις πεπονθὼς ῥήμασίν σʼ ἀμύνομαι.οὔτοι καθέξω θυμόν, ἀλλʼ ἄξω βίᾳκεἰ μοῦνός εἰμι τόνδε καὶ χρόνῳ βραδύς.ἰὼ τάλας.ὅσον λῆμʼ ἔχων ἀφίκου, ξένʼ, εἰ τάδε δοκεῖς τελεῖν.δοκῶ.τάνδʼ ἄρʼ οὐκέτι νεμῶ πόλιν.τοῖς τοι δικαίοις χὠ βραχὺς νικᾷ μέγαν.ἀκούεθʼ οἷα φθέγγεται;τά γʼ οὐ τελεῖ.