παίδοιν δυοῖν σοι τὴν μὲν ἀρτίως ἐγὼξυναρπάσας ἔπεμψα, τὴν δʼ ἄξω τάχα.οἴμοι.τάχʼ ἕξεις μᾶλλον οἰμώζειν τάδε.τὴν παῖδʼ ἔχεις μου;τήνδε τʼ οὐ μακροῦ χρόνου.ἰὼ ξένοι, τί δράσετʼ; ἦ προδώσετε,κοὐκ ἐξελᾶτε τὸν ἀσεβῆ τῆσδε χθονός;χώρει, ξένʼ, ἔξω θᾶσσον. οὔτε γὰρ τὰ νῦνδίκαια πράσσεις οὔθʼ ἃ πρόσθεν εἴργασαι.ὑμῖν ἂν εἴη τήνδε καιρὸς ἐξάγεινἄκουσαν, εἰ θέλουσα μὴ πορεύεται.οἴμοι τάλαινα, ποῖ φύγω; ποίαν λάβωθεῶν ἄρηξιν ἢ βροτῶν;τί δρᾷς, ξένε;οὐχ ἅψομαι τοῦδʼ ἀνδρός, ἀλλὰ τῆς ἐμῆς.ὦ γῆς ἄνακτες.ὦ ξένʼ, οὐ δίκαια δρᾷς.δίκαια.πῶς δίκαια;τοὺς ἐμοὺς ἄγω.ἰὼ πόλις.τί δρᾷς, ὦ ξένʼ; οὐκ ἀφήσεις; τάχʼ εἰς βάσανον εἶ χερῶν.εἴργου.σοῦ μὲν οὔ, τάδε γε μωμένου.πόλει μαχεῖ γάρ, εἴ τι πημανεῖς ἐμέ.οὐκ ἠγόρευον ταῦτʼ ἐγώ;μέθες χεροῖντὴν παῖδα θᾶσσον.μὴ ʼπίτασσʼ ἃ μὴ κρατεῖς.χαλᾶν λέγω σοι.σοὶ δʼ ἔγωγʼ ὁδοιπορεῖν.πρόβαθʼ ὧδε, βᾶτε βᾶτʼ, ἔντοποι·πόλις ἐναίρεται, πόλις ἐμά, σθένει· πρόβαθʼ ὧδέ μοι.ἀφέλκομαι δύστηνος, ὦ ξένοι ξένοι.ποῦ, τέκνον, εἴ μοι;πρὸς βίαν πορεύομαι.ὄρεξον, ὦ παῖ, χεῖρας.ἀλλʼ οὐδὲν σθένω.οὐκ ἄξεθʼ ὑμεῖς;