πλήρη δʼ ἔχοντι θυμὸν ὧν χρῄζοις, τότεδωροῖθʼ, ὅτʼ οὐδὲν ἡ χάρις χάριν φέροι·ἆρʼ ἂν ματαίου τῆσδʼ ἂν ἡδονῆς τύχοις;τοιαῦτα μέντοι καὶ σὺ προσφέρεις ἐμοί,λόγῳ μὲν ἐσθλά. τοῖσι δʼ ἔργοισιν κακά.φράσω δὲ καὶ τοῖσδʼ, ὥς σε δηλώσω κακόν.ἥκεις ἔμʼ ἄξων, οὐχʼ ἵνʼ ἐς δόμους ἄγῃς,ἀλλʼ ὡς πάραυλον οἰκίσῃς, πόλις δέ σοικακῶν ἄνατος τῆσδʼ ἀπαλλαχθῇ χθονός.οὐκ ἔστι σοι ταῦτʼ, ἀλλά σοι τάδʼ ἔστʼ, ἐκεῖχώρας ἀλάστωρ οὑμὸς ἐνναίων ἀεί·ἔστιν δὲ παισὶ τοῖς ἐμοῖσι τῆς ἐμῆςχθονὸς λαχεῖν τοσοῦτον, ἐνθανεῖν μόνον.ἆρʼ οὐκ ἄμεινον ἢ σὺ τἀν Θήβαις φρονῶ;πολλῷ γʼ, ὅσῳπερ κἀκ σαφεστέρων κλύω,Φοίβου τε καὐτοῦ Ζηνός, ὃς κείνου πατήρ.τὸ σὸν δʼ ἀφῖκται δεῦρʼ ὑπόβλητον στόμα,πολλὴν ἔχον στόμωσιν· ἐν δὲ τῷ λέγεινκάκʼ ἂν λάβοις τὰ πλείονʼ ἢ σωτήρια.ἀλλʼ οἶδα γάρ σε ταῦτα μὴ πείθων, ἴθι·ἡμᾶς δʼ ἔα ζῆν ἐνθάδʼ· οὐ γὰρ ἂν κακῶςοὐδʼ ὧδʼ ἔχοντες ζῷμεν, εἰ τερποίμεθα.πότερα νομίζεις δυστυχεῖν ἔμʼ ἐς τὰ σά,ἤ σʼ εἰς τὰ σαυτοῦ μᾶλλον, ἐνἐς τῷ νῦν λόγῳ;ἐμοὶ μέν ἐσθʼ ἥδιστον, εἰ σὺ μήτʼ ἐμὲπείθειν οἷός τʼ εἶ μήτε τούσδε τοὺς πέλας.ὦ δύσμορʼ, οὐδὲ τῷ χρόνῳ φύσας φανεῖφρένας ποτʼ ἀλλὰ λῦμα τῷ γήρᾳ τρέφει;γλώσσῃ σὺ δεινός· ἄνδρα δʼ οὐδένʼ οἶδʼ ἐγὼδίκαιον ὅστις ἐξ ἅπαντος εὖ λέγει.χωρὶς τό τʼ εἰπεῖν πολλὰ καὶ τὰ καίρια.ὡς δὴ σὺ βραχέα, ταῦτα δʼ ἐν καιρῷ λέγεις.οὐ δῆθʼ ὅτῳ γε νοῦς ἴσος καὶ σοὶ πάρα.ἄπελθʼ, ἐρῶ γὰρ καὶ πρὸ τῶνδε, μηδέ μεφύλασσʼ ἐφορμῶν ἔνθα χρὴ ναίειν ἐμέ.μαρτύρομαι τούσδʼ, οὐ σέ· πρὸς δὲ τοὺς φίλουςοἷʼ ἀνταμείβει ῥήματʼ, ἤν σʼ ἕλω ποτέτίς δʼ ἄν με τῶνδε συμμάχων ἕλοι βίᾳ;ἦ μὴν σὺ κἄνευ τοῦδε λυπηθεὶς ἔσει.ποίῳ σὺν ἔργῳ τοῦτʼ ἀπειλήσας ἔχεις;