εἰ χρή σε μίμνειν ἢ πορεύεσθαι πάλιν.ὦ τέκνον, ἦ βέβηκεν ἡμὶν ὁ ξένος;βέβηκεν, ὥστε πᾶν ἐν ἡσύχῳ, πάτερ,ἔξεστι φωνεῖν, ὡς ἐμοῦ μόνης πέλας.ὦ πότνιαι δεινῶπες, εὖτε νῦν ἕδραςπρώτων ἐφʼ ὑμῶν τῆσδε γῆς ἔκαμψʼ ἐγώ,Φοίβῳ τε κἀμοὶ μὴ γένησθʼ ἀγνώμονες,ὅς μοι, τὰ πόλλʼ ἐκεῖνʼ ὅτʼ ἐξέχρη κακά,ταύτην ἔλεξε παῦλαν ἐν χρόνῳ μακρῷ,ἐλθόντι χώραν τερμίαν, ὅπου θεῶνσεμνῶν ἕδραν λάβοιμι καὶ ξενόστασιν,ἐνταῦθα κάμψειν τὸν ταλαίπωρον βίον,κέρδη μὲν οἰκήσαντα τοῖς δεδεγμένοις,ἄτην δὲ τοῖς πέμψασιν, οἵ μʼ ἀπήλασαν·σημεῖα δʼ ἥξειν τῶνδέ μοι παρηγγύα,ἢ σεισμὸν ἢ βροντήν τινʼ ἢ Διὸς σέλας,ἔγνωκα μέν νυν ὥς με τήνδε τὴν ὁδὸνοὐκ ἔσθʼ ὅπως οὐ πιστὸν ἐξ ὑμῶν πτερὸνἐξήγαγʼ εἰς τόδʼ ἄλσος· οὐ γὰρ ἄν ποτεπρώταισιν ὑμῖν ἀντέκυρσʼ ὁδοιπορῶν,νήφων ἀοίνοις, κἀπὶ σεμνὸν ἑζόμηνβάθρον τόδʼ ἀσκέπαρνον. ἀλλά μοι, θεαί,βίου κατʼ ὀμφὰς τὰς Ἀπόλλωνος δότεπέρασιν ἤδη καὶ καταστροφήν τινα,εἰ μὴ δοκῶ τι μειόνως ἔχειν, ἀεὶμόχθοις λατρεύων τοῖς ὑπερτάτοις βροτῶν.ἴτʼ, ὦ γλυκεῖαι παῖδες ἀρχαίου Σκότου,ἴτʼ, ὦ μεγίστης Παλλάδος καλούμεναιπασῶν Ἀθῆναι τιμιωτάτη πόλις,οἰκτίρατʼ ἀνδρὸς Οἰδίπου τόδʼ ἄθλιονεἴδωλον· οὐ γὰρ δὴ τόδʼ ἀρχαῖον δέμας.σίγα· πορεύονται γὰρ οἵδε δή τινεςχρόνῳ παλαιοί, σῆς ἕδρας ἐπίσκοποι.σιγήσομαί τε καὶ σύ μʼ ἐξ ὁδοῦ πόδακρύψον κατʼ ἄλσος, τῶνδʼ ἕως ἂν ἐκμάθωτίνας λόγους ἐροῦσιν· ἐν γὰρ τῷ μαθεῖνἔνεστιν ηὑλάβεια τῶν ποιουμένων.ὅρα. τίς ἄρʼ ἦν; ποῦ ναίει;ποῦ κυρεῖ ἐκτόπιος συθεὶς ὁ πάντωνὁ πάντων ἀκορέστατος;