προσδέρκου λεῦσσέ νιν,προσπεύθου πανταχῇ.πλανάτας πλανάτας τις ὁ πρέσβυς οὐδʼἔγχωρος· προσέβα γὰρ οὐκἄν ποτʼ ἀστιβὲς ἄλσος ἐςτᾶνδʼ ἀμαιμακετᾶν κορᾶν,ἃς τρέμομεν λέγεινκαὶ παραμειβόμεσθʼ ἀδέρκτως,ἀφώνως, ἀλόγως τὸ τᾶς.εὐφάμου στόμα φροντίδοςἱέντες, τὰ δὲ νῦν τινʼ ἥκεινλόγος οὐδὲν ἅζονθʼ,ὃν ἐγὼ λεύσσων περὶ πᾶν οὔπωδύναμαι τέμενοςγνῶναι ποῦ μοί ποτε ναίει.ὅδʼ ἐκεῖνος ἐγώ· φωνῇ γὰρ ὁρῶ,τὸ φατιζόμενον.ἰὼ ἰώ,δεινὸς μὲν ὁρᾶν, δεινὸς δὲ κλύειν.μή μʼ, ἱκετεύω, προσίδητʼ ἄνομον.Ζεῦ ἀλεξῆτορ, τίς ποθʼ ὁ πρέσβυς;οὐ πάνυ μοίρας εὐδαιμονίσαιπρώτης, ὦ τῆσδʼ ἔφοροι χώρας.δηλῶ δʼ· οὐ γὰρ ἂν ὧδʼ ἀλλοτρίοιςὄμμασιν εἷρπονκἀπὶ σμικροῖς μέγας ὥρμουν.ἐή, ἀλαῶν ὀμμάτωνἆρα καὶ ἦσθα φυτάλμιος; δυσαίωνμακραίων γʼ, ὅσʼ ἐπεικάσαι.ἀλλʼ οὐ μὰν ἔν γʼ ἐμοὶπροσθήσει τάσδʼ ἀράς.περᾷς γάρ, περᾷς· ἀλλʼ ἵνα τῷδʼ ἐν ἀ-φθέγκτῳ μὴ προπέσῃς νάπειποιάεντι, κάθυδρος οὗκρατὴρ μειλιχίων ποτῶνῥεύματι συντρέχει,τόν, ξένε πάμμορʼ, εὖ φύλαξαι;μετάσταθʼ ἀπόβαθι. πολ-λὰ κέλευθος ἐρατύει·κλύεις, ὦ πολύμοχθʼ ἀλᾶτα;