τίνων τὸ σεμνὸν ὄνομʼ ἂν εὐξαίμην κλύων;τὰς πάνθʼ ὁρώσας Εὐμενίδας ὅ γʼ ἐνθάδʼ ἂνεἴποι λεώς νιν· ἄλλα δʼ ἀλλαχοῦ καλά.ἀλλʼ ἵλεῳ μὲν τὸν ἱκέτην δεξαίατο·ὡς οὐχ ἕδρας γῆς τῆσδʼ ἂν ἐξέλθοιμʼ ἔτι.τί δʼ ἐστὶ τοῦτο;ξυμφορᾶς ξύνθημʼ ἐμῆς.ἀλλʼ οὐδʼ ἐμοί τοι τοὐξανιστάναι πόλεωςδίχʼ ἐστὶ θάρσος, πρίν γʼ ἂν ἐνδείξω τί δρῶ.πρός νυν θεῶν, ὦ ξεῖνε, μή μʼ ἀτιμάσῃς,τοιόνδʼ ἀλήτην, ὧν σε προστρέπω φράσαι.σήμαινε, κοὐκʼ ἄτιμος ἔκ γʼ ἐμοῦ φανεῖ.τίς ἔσθʼ ὁ χῶρος δῆτʼ, ἐν ᾧ βεβήκαμεν;ὅσʼ οἶδα κἀγὼ πάντʼ ἐπιστήσει κλύων·χῶρος μὲν ἱερὸς πᾶς ὅδʼ ἔστʼ· ἔχει δέ νινσεμνὸς Ποσειδῶν· ἐν δʼ ὁ πυρφόρος θεὸςΤιτὰν Προμηθεύς· ὃν δʼ ἐπιστείβεις τόπον,χθονὸς καλεῖται τῆσδε χαλκόπους ὀδός,ἔρεισμʼ Ἀθηνῶν· οἱ δὲ πλησίοι γύαιτόνδʼ ἱππότην Κολωνὸν εὔχονται σφίσινἀρχηγὸν εἶναι καὶ φέρουσι τοὔνοματὸ τοῦδε κοινὸν πάντες ὠνομασμένοι.τοιαῦτά σοι ταῦτʼ ἐστίν, ὦ ξένʼ, οὐ λόγοιςτιμώμενʼ, ἀλλὰ τῇ ξυνουσίᾳ πλέον.ἦ γάρ τινες ναίουσι τούσδε τοὺς τόπους;καὶ κάρτα, τοῦδε τοῦ θεοῦ γʼ ἐπώνυμοι.ἄρχει τις αὐτῶν ἢ ʼπὶ τῷ πλήθει λόγος;ἐκ τοῦ κατʼ ἄστυ βασιλέως τάδʼ ἄρχεται.οὗτος δὲ τίς λόγῳ τε καὶ σθένει κρατεῖ;Θησεὺς καλεῖται, τοῦ πρὶν Αἰγέως τόκος.ἆρʼ ἄν τις αὐτῷ πομπὸς ἐξ ὑμῶν μόλοι;ὡς πρὸς τί λέξων ἢ καταρτύσων μολεῖν;ὡς ἂν προσαρκῶν σμικρὰ κερδάνῃ μέγα.καὶ τίς πρὸς ἀνδρὸς μὴ βλέποντος ἄρκεσις;ὅσʼ ἂν λέγωμεν πάνθʼ ὁρῶντα λέξομεν.οἶσθʼ, ὦ ξένʼ, ὡς νῦν μὴ σφαλῇς; ἐπείπερ εἰγενναῖος, ὡς ἰδόντι, πλὴν τοῦ δαίμονος,αὐτοῦ μένʼ οὗπερ κἀφάνης, ἕως ἐγὼτοῖς ἐνθάδʼ αὐτοῦ μὴ κατʼ ἄστυ δημόταιςλέξω τάδʼ ἐλθών· οἵδε γὰρ κρινοῦσί σοι