πάντων κελευσθείς, οὕνεχʼ ἧκέ μοι γένειτὰ τοῦδε πενθεῖν πήματʼ εἰς πλεῖστον πόλεως.ἀλλʼ ὦ ταλαίπωρʼ Οἰδίπους, κλύων ἐμοῦἱκοῦ πρὸς οἴκους. πᾶς σε Καδμείων λεὼςκαλεῖ δικαίως, ἐκ δὲ τῶν μάλιστʼ ἐγώ,ὅσῳπερ, εἰ μὴ πλεῖστον ἀνθρώπων ἔφυνκάκιστος, ἀλγῶ τοῖσι σοῖς κακοῖς, γέρον,ὁρῶν σε τὸν δύστηνον ὄντα μὲν ξένον,ἀεὶ δʼ ἀλήτην κἀπὶ προσπόλου μιᾶςβιοστερῆ χωροῦντα· τὴν ἐγὼ τάλαςοὐκ ἄν ποτʼ ἐς τοσοῦτον αἰκίας πεσεῖνἔδοξʼ, ὅσον πέπτωκεν ἥδε δύσμορος,ἀεί σε κηδεύουσα καὶ τὸ σὸν κάραπτωχῷ διαίτῃ, τηλικοῦτος, οὐ γάμωνἔμπειρος, ἀλλὰ τοὐπιόντος ἁρπάσαι.ἆρʼ ἄθλιον τοὔνειδος, ὦ τάλας ἐγώ,ὠνείδισʼ εἰς σὲ κἀμὲ καὶ τὸ πᾶν γένος;ἀλλʼ οὐ γὰρ ἔστι τἀμφανῆ κρύπτειν, σύ νινπρὸς θεῶν πατρῴων, Οἰδίπους, πεισθεὶς ἐμοὶκρύψον, θελήσας ἄστυ καὶ δόμους μολεῖντοὺς σοὺς πατρῴους, τήνδε τὴν πόλιν φίλωςεἰπών· ἐπαξία γάρ· ἡ δʼ οἴκοι πλέονδίκῃ σέβοιτʼ ἄν, οὖσα σὴ πάλαι τροφός.ὦ πάντα τολμῶν κἀπὸ παντὸς ἂν φέρωνλόγου δικαίου μηχάνημα ποικίλον,τί ταῦτα πειρᾷ κἀμὲ δεύτερον θέλειςἑλεῖν ἐν οἷς μάλιστʼ ἂν ἀλγοίην ἁλούς;πρόσθεν τε γάρ με τοῖσιν οἰκείοις κακοῖςνοσοῦνθʼ, ὅτʼ ἦν μοι τέρψις ἐκπεσεῖν χθονός,οὐκ ἤθελες θέλοντι προσθέσθαι χάριν·ἀλλʼ ἡνίκʼ ἤδη μεστὸς ἦ θυμούμενοςκαὶ τοὐν δόμοισιν ἦν διαιτᾶσθαι γλυκύ,τότʼ ἐξεώθεις κἀξέβαλλες, οὐδέ σοιτὸ συγγενὲς τοῦτʼ οὐδαμῶς τότʼ ἦν φίλον·νῦν τʼ αὖθις ἡνίκʼ εἰσορᾷς πόλιν τέ μοιξυνοῦσαν εὔνουν τήνδε καὶ γένος τὸ πᾶν,πειρᾷ μετασπᾶν, σκληρὰ μαλθακῶς λέγων.καίτοι τίς αὕτη τέρψις ἄκοντας φιλεῖν;ὥσπερ τις εἴ σοι λιπαροῦντι μὲν τυχεῖνμηδὲν διδοίη μηδʼ ἐπαρκέσαι θέλοι,