χρυσάνιος Ἀφροδίτα.ἔστιν δʼ οἷον ἐγὼ γᾶς Ἀσίας οὐκ ἐπακούωοὐδʼ ἐν τᾷ μεγάλᾳ Δωρίδι νάσῳ Πέλοπος πώποτε βλαστὸνφύτευμʼ ἀχείρωτον αὐτόποιον,ἐγχέων φόβημα δαΐων,ὃ τᾷδε θάλλει μέγιστα χώρᾳ,γλαυκᾶς παιδοτρόφου φύλλον ἐλαίας·τὸ μέν τις οὐ νεαρὸς οὐδὲ γήρᾳσυνναίων ἁλιώσει χερὶ πέρσας· ὁ γὰρ αἰὲν ὁρῶν κύκλοςλεύσσει νιν μορίου Διὸςχἀ γλαυκῶπις Ἀθάνα.ἄλλον δʼ αἶνον ἔχω ματροπόλει τᾷδε κράτιστονδῶρον τοῦ μεγάλου δαίμονος, εἰπεῖν, χθονὸς αὔχημα μέγιστον,εὔιππον, εὔπωλον, εὐθάλασσον.ὦ παῖ Κρόνου, σὺ γάρ νιν εἰςτόδʼ εἷσας αὔχημʼ, ἄναξ Ποσειδάν,ἵπποισιν τὸν ἀκεστῆρα χαλινὸνπρώταισι ταῖσδε κτίσας ἀγυιαῖς.ἁ δʼ εὐήρετμος ἔκπαγλʼ ἁλία χερσὶ παραπτομένα πλάταθρῴσκει, τῶν ἑκατομπόδωνΝηρῄδων ἀκόλουθος.ὦ πλεῖστʼ ἐπαίνοις εὐλογούμενον πέδον,νῦν σὸν τὰ λαμπρὰ ταῦτα δὴ φαίνειν ἔπη.τί δʼ ἔστιν, ὦ παῖ, καινόν;ἆσσον ἔρχεταιΚρέων ὅδʼ ἡμῖν οὐκ ἄνευ πομπῶν, πάτερ.ὦ φίλτατοι γέροντες, ἐξ ὑμῶν ἐμοὶφαίνοιτʼ ἂν ἤδη τέρμα τῆς σωτηρίας.θάρσει, παρέσται· καὶ γὰρ εἰ γέρων ἐγώ,τὸ τῆσδε χώρας οὐ γεγήρακεν σθένος.ἄνδρες χθονὸς τῆσδʼ εὐγενεῖς οἰκήτορες,ὁρῶ τινʼ ὑμᾶς ὀμμάτων εἰληφόταςφόβον νεώρη τῆς ἐμῆς ἐπεισόδου,ὃν μήτʼ ὀκνεῖτε μήτʼ ἀφῆτʼ ἔπος κακόν.ἥκω γὰρ οὐχ ὡς δρᾶν τι βουληθείς, ἐπεὶγέρων μέν εἰμι, πρὸς πόλιν δʼ ἐπίσταμαισθένουσαν ἥκων, εἴ τινʼ Ἑλλάδος, μέγα.ἀλλʼ ἄνδρα τόνδε τηλικόσδʼ ἀπεστάληνπείσων ἕπεσθαι πρὸς τὸ Καδμείων πέδον,οὐκ ἐξ ἑνὸς στείλαντος, ἀλλʼ ἀνδρῶν ὑπὸ