ὀκνοῦντʼ ἀνάγκη.τοὐμὸν οὐκ ὀκνεῖ κέαρ.οὐκ οἶσθʼ ἀπειλὰςοἶδʼ ἐγώ σε μή τιναἐνθένδʼ ἀπάξοντʼ ἄνδρα πρὸς βίαν ἐμοῦ.πολλαὶ δʼ ἀπειλαὶ πολλὰ δὴ μάτην ἔπηθυμῷ κατηπείλησαν, ἀλλʼ ὁ νοῦς ὅταναὑτοῦ γένηται, φροῦδα τἀπειλήματα.κείνοις δʼ ἴσως κεἰ δείνʼ ἐπερρώσθη λέγειντῆς σῆς ἀγωγῆς, οἶδʼ ἐγώ, φανήσεταιμακρὸν τὸ δεῦρο πέλαγος οὐδὲ πλώσιμον.θαρσεῖν μὲν οὖν ἔγωγε κἂν ἐμῆς ἄνευγνώμης ἐπαινῶ, Φοῖβος εἰ προὔπεμψέ σε·ὅμως δὲ κἀμοῦ μὴ παρόντος οἶδʼ ὅτιτοὐμὸν φυλάξει σʼ ὄνομα μὴ πάσχειν κακῶς.εὐίππου, ξένε, τᾶσδε χώραςἵκου τὰ κράτιστα γᾶς ἔπαυλα,τὸν ἀργῆτα Κολωνόν, ἔνθʼἁ λίγεια μινύρεταιθαμίζουσα μάλιστʼ ἀηδὼνχλωραῖς ὑπὸ βάσσαις,τὸν οἰνωπὸν ἔχουσα κισσὸνκαὶ τὰν ἄβατον θεοῦφυλλάδα μυριόκαρπον ἀνήλιονἀνήνεμόν τε πάντωνχειμώνων· ἵνʼ ὁ βακχιώταςἀεὶ Διόνυσος ἐμβατεύειθεαῖς ἀμφιπολῶν τιθήναις.θάλλει δʼ οὐρανίας ὑπʼ ἄχναςὁ καλλίβοτρυς κατʼ ἦμαρ ἀεὶνάρκισσος, μεγάλαιν θεαῖνἀρχαῖον στεφάνωμʼ, ὅ τεχρυσαυγὴς κρόκος· οὐδʼ ἄϋπνοικρῆναι μινύθουσινΚηφισοῦ νομάδες ῥεέθρων,ἀλλʼ αἰὲν ἐπʼ ἤματιὠκυτόκος πεδίων ἐπινίσσεταιἀκηράτῳ σὺν ὄμβρῳστερνούχου χθονός· οὐδὲ Μουσᾶνχοροί νιν ἀπεστύγησαν οὐδʼ ἁ