χρόνος τεκνοῦται νύκτας ἡμέρας τʼ ἰών,ἐν αἷς τὰ νῦν ξύμφωνα δεξιώματαδόρει διασκεδῶσιν ἐκ σμικροῦ λόγου·ἵνʼ οὑμὸς εὕδων καὶ κεκρυμμένος νέκυςψυχρός ποτʼ αὐτῶν θερμὸν αἷμα πίεται,εἰ Ζεὺς ἔτι Ζεὺς χὠ Διὸς Φοῖβος σαφής.ἀλλʼ οὐ γὰρ αὐδᾶν ἡδὺ τἀκίνητʼ ἔπη,ἔα μʼ ἐν οἷσιν ἠρξάμην, τὸ σὸν μόνονπιστὸν φυλάσσων, κοὔποτʼ Οἰδίπουν ἐρεῖςἀχρεῖον οἰκητῆρα δέξασθαι τόπωντῶν ἐνθάδʼ, εἴπερ μὴ θεοὶ ψεύσουσί με.ἄναξ, πάλαι καὶ ταῦτα καὶ τοιαῦτʼ ἔπηγῇ τῇδʼ ὅδʼ ἁνὴρ ὡς τελῶν ἐφαίνετο.τίς δῆτʼ ἂν ἀνδρὸς εὐμένειαν ἐκβάλοιτοιοῦδʼ, ὅτῳ πρῶτον μὲν ἡ δορύξενοςκοινή παρʼ ἡμῖν αἰέν ἐστιν ἑστία;ἔπειτα δʼ ἱκέτης δαιμόνων ἀφιγμένοςγῇ τῇδε κἀμοὶ δασμὸν οὐ σμικρὸν τίνει.ἁγὼ σεβισθεὶς οὔποτʼ ἐκβαλῶ χάριντὴν τοῦδε, χώρᾳ δʼ ἔμπολιν κατοικιῶ.εἰ δʼ ἐνθάδʼ ἡδὺ τῷ ξένῳ μίμνειν, σέ νιντάξω φυλάσσειν, εἴτʼ ἐμοῦ στείχειν μέτα,τόδʼ ἡδύ, τούτων, Οἰδίπους, δίδωμί σοικρίναντι χρῆσθαι· τῇδε γὰρ ξυνοίσομαι.ὦ Ζεῦ, διδοίης τοῖσι τοιούτοισιν εὖ.τί δῆτα χρῄζεις; ἦ δόμους στείχειν ἐμούς;εἴ μοι θέμις γʼ ἦν· ἀλλʼ ὁ χῶρός ἐσθʼ ὅδε,ἐν ᾧ τί πράξεις; οὐ γὰρ ἀντιστήσομαι.ἐν ᾧ κρατήσω τῶν ἔμʼ ἐκβεβληκότων.μέγʼ ἂν λέγοις δώρημα τῆς συνουσίας.εἰ σοί γʼ ἅπερ φῂς ἐμμενεῖ τελοῦντί μοι.θάρσει τὸ τοῦδέ γʼ ἀνδρός· οὔ σε μὴ προδῶ.οὔτοι σʼ ὑφʼ ὅρκου γʼ ὡς κακὸν πιστώσομαι.οὔκουν πέρα γʼ ἂν οὐδὲν ἢ λόγῳ φέροις.πῶς οὖν ποήσεις;τοῦ μάλιστʼ ὄκνος σʼ ἔχει;ἥξουσιν ἄνδρεςἀλλὰ τοῖσδʼ ἔσται μέλον.ὅρα με λείπωνμὴ δίδασχʼ ἃ χρή με δρᾶν.