κέρδη παρʼ αὐτοῦ κρείσσονʼ ἢ μορφὴ καλή.ποῖον δὲ κέρδος ἀξιοῖς ἥκειν φέρων;χρόνῳ μάθοις ἄν, οὐχὶ τῷ παρόντι που.ποίῳ γὰρ ἡ σὴ προσφορὰ δηλώσεται;ὅταν θάνω ʼγὼ καὶ σύ μου ταφεὺς γένῃτὰ λοίσθιʼ αἰτεῖ τοῦ βίου, τὰ δʼ ἐν μέσῳἢ λῆστιν ἴσχεις ἢ διʼ οὐδενὸς ποεῖ.ἐνταῦθα γάρ μοι κεῖνα συγκομίζεται.ἀλλʼ ἐν βραχεῖ δὴ τήνδε μʼ ἐξαιτεῖ χάριν.ὅρα γε μήν· οὐ σμικρός, οὔχ, ἁγὼν ὅδε.πότερα τὰ τῶν σῶν ἐκγόνων κἀμοῦ λέγεις;—κεῖνοι κομίζειν κεῖσʼ ἄναξ, χρῄζουσί με.ἀλλʼ εἰ θέλοντά γʼ οὐδὲ σοὶ φεύγειν καλόν.ἀλλʼ οὐδʼ, ὅτʼ αὐτὸς ἤθελον, παρίεσαν.ὦ μῶρε, θυμὸς δʼ ἐν κακοῖς οὐ ξύμφορον.ὅταν μάθῃς μου, νουθέτει, τανῦν δʼ ἔα.δίδασκʼ· ἄνευ γνώμης γὰρ οὔ με χρὴ λέγειν.πέπονθα, Θησεῦ, δεινὰ πρὸς κακοῖς κακά.ἦ τὴν παλαιὰν ξυμφορὰν γένους ἐρεῖς;οὐ δῆτʼ, ἐπεὶ πᾶς τοῦτό γʼ Ἑλλήνων θροεῖ.τί γὰρ τὸ μεῖζον ἢ κατʼ ἄνθρωπον νοσεῖς;οὕτως ἔχει μοι. γῆς ἐμῆς ἀπηλάθηνπρὸς τῶν ἐμαυτοῦ σπερμάτων· ἔστιν δέ μοιπάλιν κατελθεῖν μήποθʼ, ὡς πατροκτόνῳ.πῶς δῆτα σʼ ἂν πεμψαίαθʼ, ὥστʼ οἰκεῖν δίχα;τὸ θεῖον αὐτοὺς ἐξαναγκάσει στόμα.ποῖον πάθος δείσαντας ἐκ χρηστηρίων;ὅτι σφʼ ἀνάγκη τῇδε πληγῆναι χθονί.καὶ πῶς γένοιτʼ ἂν τἀμὰ κἀκείνων πικρά;ὦ φίλτατʼ Αἰγέως παῖ, μόνοις οὐ γίγνεταιθεοῖσι γῆρας οὐδὲ κατθανεῖν ποτε.τὰ δʼ ἄλλα συγχεῖ πάνθʼ ὁ παγκρατὴς χρόνος.φθίνει μὲν ἰσχὺς γῆς, φθίνει δὲ σώματος,θνῄσκει δὲ πίστις, βλαστάνει δʼ ἀπιστία,καὶ πνεῦμα ταὐτὸν οὔποτʼ οὔτʼ ἐν ἀνδράσινφίλοις βέβηκεν οὔτε πρὸς πόλιν πόλει.τοῖς μὲν γὰρ ἤδη, τοῖς δʼ ἐν ὑστέρῳ χρόνῳτὰ τερπνὰ πικρὰ γίγνεται καὖθις φίλα.καὶ ταῖσι Θήβαις εἰ τανῦν εὐημερεῖκαλῶς τὰ πρὸς σέ, μυρίας ὁ μυρίος