τί τοῦτο; τί δʼ ἐθέλεις μαθεῖν;πατρός;παπαῖ. δευτέραν ἔπαισας, ἐπὶ νόσῳ νόσον,ἔκανεςἔκανον. ἔχει δέ μοιτί τοῦτο;πρὸς δίκας τι.τί γάρ;ἐγὼ φράσω.καὶ γὰρ ἄν, οὓς ἐφόνευσʼ, ἔμʼ ἀπώλεσαν·νόμῳ δὲ καθαρός, ἄϊδρις εἰς τόδʼ ἦλθον.καὶ μὴν ἄναξ ὅδʼ ἡμὶν Αἰγέως γόνοςΘησεὺς κατʼ ὀμφὴν σὴν ἐφʼ ἁστάλη πάρα.πολλῶν ἀκούων ἔν τε τῷ πάρος χρόνῳτὰς αἱματηρὰς ὀμμάτων διαφθορὰςἔγνωκά σʼ, ὦ παῖ Λαΐου, τανῦν θʼ ὁδοῖςἐν ταῖσδʼ ἀκούων μᾶλλον ἐξεπίσταμαι.σκευή τε γάρ σε καὶ τὸ δύστηνον κάραδηλοῦτον ἡμῖν ὄνθʼ ὃς εἶ, καί σʼ οἰκτίσαςθέλω ʼπερέσθαι, δύσμορʼ Οἰδίπους, τίναπόλεως ἐπέστης προστροπὴν ἐμοῦ τʼ ἔχων,αὐτός τε χἠ σὴ δύσμορος παραστάτις.δίδασκε· δεινὴν γάρ τινʼ ἂν πρᾶξιν τύχοιςλέξας ὁποίας ἐξαφισταίμην ἐγώ,ὃς οἶδα καὐτὸς ὡς ἐπαιδεύθην ξένος,ὥσπερ σύ, χὢς εἷς πλεῖστʼ ἀνὴρ ἐπὶ ξένηςἤθλησα κινδυνεύματʼ ἐν τὠμῷ κάρᾳ·ὥστε ξένον γʼ ἂν οὐδένʼ ὄνθʼ, ὥσπερ σὺ νῦν,ὑπεκτραποίμην μὴ οὐ συνεκσῴζειν· ἐπεὶἔξοιδʼ ἀνὴρ ὢν χὤτι τῆς εἰς αὔριονοὐδὲν πλέον μοι σοῦ μέτεστιν ἡμέρας.Θησεῦ, τὸ σὸν γενναῖον ἐν σμικρῷ λόγῳπαρῆκεν, ὥστε βραχέα μοι δεῖσθαι φράσαι.σὺ γάρ μʼ ὅς εἰμι κἀφʼ ὅτου πατρὸς γεγὼςκαὶ γῆς ὁποίας ἦλθον, εἰρηκὼς κυρεῖς·ὥστʼ ἐστί μοι τὸ λοιπὸν οὐδὲν ἄλλο πλὴνεἰπεῖν ἃ χρῄζω, χὠ λόγος διοίχεται.τοῦτʼ αὐτὸ νῦν δίδασχʼ, ὅπως ἂν ἐκμάθω.δώσων ἱκάνω τοὐμὸν ἄθλιον δέμαςσοὶ δῶρον, οὐ σπουδαῖον εἰς ὄψιν· τὰ δὲ