δεινὸν μὲν τὸ πάλαι κείμενον ἤδη κακόν, ὦ ξεῖνʼ, ἐπεγείρειν·ὅμως δʼ ἔραμαι πυθέσθαιτί τοῦτο;τᾶς δειλαίας ἀπόρου φανείσαςἀλγηδόνος, ᾇ ξυνέστας.μὴ πρὸς ξενίας ἀνοίξῃςτᾶς σᾶς ἃ πέπονθʼ ἀναιδῆ.τό τοι πολὺ καὶ μηδαμὰ λῆγονχρῄζω, ξεῖνʼ, ὀρθὸν ἄκουσμʼ ἀκοῦσαι.ὤμοι.στέρξον, ἱκετεύω.φεῦ φεῦ.πείθου· κἀγὼ γὰρ ὅσον σὺ προσχρῄζεις.ἤνεγκʼ οὖν κακότατʼ, ὦ ξένοι, ἤνεγκʼ ἀέκων μέν,θεὸς ἴστω,τούτων δʼ αὐθαίρετον οὐδέν.ἀλλʼ ἐς τί;κακᾷ μʼ εὐνᾷ πόλις οὐδὲν ἴδρινγάμων ἐνέδησεν ἄτᾳ.ἦ ματρόθεν, ὡς ἀκούω,δυσώνυμα λέκτρʼ ἐπλήσω;ὤμοι θάνατος μὲν τάδʼ ἀκούειν,ὦ ξεῖνʼ· αὗται δὲ δύʼ ἐξ ἐμοῦ μὲνπῶς φῄς;παῖδε, δύο δʼ ἄταὦ Ζεῦ.ματρὸς κοινᾶς ἀπέβλαστον ὠδῖνος.σαί τʼ εἴσʼ ἄρʼ ἀπόγονοί τε καὶκοιναί γε πατρὸς ἀδελφεαί.ἰώ.ἰὼ δῆτα μυρίων γʼ ἐπιστροφαὶ κακῶν.ἔπαθεςἔπαθον ἄλαστʼ ἔχειν.ἔρεξαςοὐκ ἔρεξα.τί γάρ;ἐδεξάμηνδῶρον, ὃ μήποτʼ ἐγὼ ταλακάρδιοςἐπωφέλησας πόλεος ἐξελέσθαι.δύστανε, τί γάρ; ἔθου φόνον