κρήνης ἐνεγκοῦ, διʼ ὁσίων χειρῶν θιγών.ὅταν δὲ τοῦτο χεῦμʼ ἀκήρατον λάβω;κρατῆρές εἰσιν, ἀνδρὸς εὔχειρος τέχνη,ὧν κρᾶτʼ ἔρεψον καὶ λαβὰς ἀμφιστόμους.θαλλοῖσιν ἢ κρόκαισιν, ἢ ποίῳ τρόπῳ;οἰός γε νεαρᾶς νεοπόκῳ μαλλῷ λαβών.εἶεν· τὸ δʼ ἔνθεν ποῖ τελευτῆσαί με χρή;χοὰς χέασθαι στάντα πρὸς πρώτην ἕω.ἦ τοῖσδε κρωσσοῖς οἷς λέγεις χέω τάδε;τρισσάς γε πηγάς· τὸν τελευταῖον δʼ ὅλον.τοῦ τόνδε πλήσας θῶ; δίδασκε καὶ τόδε.ὕδατος, μελίσσης· μηδὲ προσφέρειν μέθυ.ὅταν δὲ τούτων γῆ μελάμφυλλος τύχῃ;τρὶς ἐννέʼ αὐτῇ κλῶνας ἐξ ἀμφοῖν χεροῖντιθεὶς ἐλαίας τάσδʼ ἐπεύχεσθαι λιτάς.τούτων ἀκοῦσαι βούλομαι· μέγιστα γάρ.ὥς σφας καλοῦμεν Εὐμενίδας, ἐξ εὐμενῶνστέρνων δέχεσθαι τὸν ἱκέτην σωτήριον,αἰτοῦ σύ τʼ αὐτὸς κεἴ τις ἄλλος ἀντὶ σοῦ,ἄπυστα φωνῶν μηδὲ μηκύνων βοήν·ἔπειτʼ ἀφέρπειν ἄστροφος. καὶ ταῦτά σοιδράσαντι θαρσῶν ἂν παρασταίην ἐγώ·ἄλλως δὲ δειμαίνοιμʼ ἄν, ὦ ξένʼ, ἀμφὶ σοι.ὦ παῖδε, κλύετον τῶνδε προσχώρων ξένων;ἠκούσαμέν τε χὤ τι δεῖ πρόστασσε δρᾶν.ἐμοὶ μὲν οὐχ ὁδωτά· λείπομαι γὰρ ἐντῷ μὴ δύνασθαι μήδʼ ὁρᾶν, δυοῖν κακοῖν·σφῷν δʼ ἁτέρα μολοῦσα πραξάτω τάδε.ἀρκεῖν γὰρ οἶμαι κἀντὶ μυρίων μίανψυχὴν τάδʼ ἐκτίνουσαν, ἢν εὔνους παρῇ.ἀλλʼ ἐν τάχει τι πράσσετον· μόνον δέ μεμὴ λείπετʼ· οὐ γὰρ ἂν σθένοι τοὐμὸν δέμαςἔρημον ἕρπειν οὐδʼ ὑφηγητοῦ δίχα.ἀλλʼ εἶμʼ ἐγὼ τελοῦσα· τὸν τόπον δʼ ἵναχρῆσταί μʼ ἐφευρεῖν, τοῦτο βούλομαι μαθεῖν.τοὐκεῖθεν ἄλσους, ὦ ξένη, τοῦδʼ· ἢν δέ τουσπάνιν τινʼ ἴσχῃς, ἔστʼ ἔποικος ὃς φράσει.χωροῖμʼ ἂν ἐς τόδʼ· Ἀντιγόνη, σὺ δʼ ἐνθάδεφύλασσε πατέρα τόνδε· τοῖς τεκοῦσι γὰροὐδʼ εἰ πονεῖ τις, δεῖ πόνου μνήμην ἔχειν.