αὐτοῖς ἐπέμφθην κἀξεκηρύχθην φυγάς.εἴποις ἂν ὡς θέλοντι τοῦτʼ ἐμοὶ τότεπόλις τὸ δῶρον εἰκότως κατῄνεσεν.οὐ δῆτʼ, ἐπεί τοι τὴν μὲν αὐτίχʼ ἡμέραν,ὁπηνίκʼ ἔζει θυμός, ἥδιστον δέ μοιτὸ κατθανεῖν ἦν καὶ τὸ λευσθῆναι πέτροις,οὐδεὶς ἔρωτʼ ἐς τόνδʼ ἐφαίνετʼ ὠφελῶν·χρόνῳ δʼ, ὅτʼ ἤδη πᾶς ὁ μόχθος ἦν πέπων,κἀμάνθανον τὸν θυμὸν ἐκδραμόντα μοιμείζω κολαστὴν τῶν πρὶν ἡμαρτημένων,τὸ τηνίκʼ ἤδη τοῦτο μὲν πόλις βίᾳἤλαυνέ μʼ ἐκ γῆς χρόνιον, οἱ δʼ ἐπωφελεῖν,οἱ τοῦ πατρός, τῷ πατρὶ δυνάμενοι, τὸ δρᾶνοὐκ ἠθέλησαν, ἀλλʼ ἔπους σμικροῦ χάρινφυγάς σφιν ἔξω πτωχὸς ἠλώμην ἀεί.ἐκ ταῖνδε δʼ, οὔσαιν παρθένοιν, ὅσον φύσιςδίδωσιν αὐταῖν, καὶ τροφὰς ἔχω βίουκαὶ γῆς ἄδειαν καὶ γένους ἐπάρκεσιν·τὼ δʼ ἀντὶ τοῦ φύσαντος εἱλέσθην θρόνουςκαὶ σκῆπτρα κραίνειν καὶ τυραννεύειν χθονός.ἀλλʼ οὔ τι μὴ λάχωσι τοῦδε συμμάχου,οὐδέ σφιν ἀρχῆς τῆσδε Καδμείας ποτὲὄνησις ἥξει· τοῦτʼ ἐγῷδα, τῆσδέ τεμαντεῖʼ ἀκούων συννοῶν τε τἀξ ἐμοῦπαλαίφαθʼ ἁμοὶ Φοῖβος ἤνυσέν ποτε.πρὸς ταῦτα καὶ Κρέοντα πεμπόντων ἐμοῦμαστῆρα, κεἴ τις ἄλλος ἐν πόλει σθένει.ἐὰν γὰρ ὑμεῖς, ὦ ξένοι, θέληθʼ ὁμοῦπροστάτισι ταῖς σεμναῖσι δημούχοις θεαῖςἀλκὴν ποεῖσθαι, τῇδε τῇ πόλει μέγανσωτῆρʼ ἀρεῖσθε, τοῖς δʼ ἐμοῖς ἐχθροῖς πόνους.ἐπάξιος μέν, Οἰδίπους, κατοικτίσαι,αὐτός τε παῖδές θʼ αἵδʼ· ἐπεὶ δὲ τῆσδε γῆςσωτῆρα σαυτὸν τῷδʼ ἐπεμβάλλεις λόγῳ,παραινέσαι σοι βούλομαι τὰ σύμφορα.ὦ φίλταθʼ, ὡς νῦν πᾶν τελοῦντι προξένει.θοῦ νῦν καθαρμὸν τῶνδε δαιμόνων, ἐφʼ ἃςτὸ πρῶτον ἵκου καὶ κατέστειψας πέδον.τρόποισι ποίοις; ὦ ξένοι, διδάσκετε.πρῶτον μὲν ἱερὰς ἐξ ἀειρύτου χοὰς