θανόντʼ ἔσεσθαι ζῶντά τʼ εὐσοίας χάριν.τίς δʼ ἂν τοιοῦδʼ ὑπʼ ἀνδρὸς εὖ πράξειεν ἄν;ἐν σοὶ τὰ κείνων φασὶ γίγνεσθαι κράτη.ὅτʼ οὐκέτʼ εἰμί, τηνικαῦτʼ ἄρʼ εἴμʼ ἀνήρ;νῦν γὰρ θεοί σʼ ὀρθοῦσι, πρόσθε δʼ ὤλλυσαν.γέροντα δʼ ὀρθοῦν φλαῦρον ὃς νέος πέσῃ.καὶ μὴν Κρέοντά γʼ ἴσθι σοι τούτων χάρινἥξοντα βαιοῦ κοὐχὶ μυρίου χρόνου.ὅπως τί δράσῃ, θύγατερ; ἑρμήνευέ μοι.ὥς σʼ ἄγχι γῆς στήσωσι Καδμείας, ὅπωςκρατῶσι μὲν σοῦ, γῆς δὲ μὴ ʼμβαίνῃς ὅρων.ἡ δʼ ὠφέλησις τίς θύρασι κειμένου;κείνοις ὁ τύμβος δυστυχῶν ὁ σὸς βαρύς.κἄνευ θεοῦ τις τοῦτό γʼ ἂν γνώμῃ μάθοι.τούτου χάριν τοίνυν σε προσθέσθαι πέλαςχώρας θέλουσι, μηδʼ ἵνʼ ἂν σαυτοῦ κρατοῖς.ἦ καὶ κατασκιῶσι Θηβαίᾳ κόνει;ἀλλʼ οὐκ ἐᾷ τοὔμφυλον αἷμά σʼ, ὦ πάτερ.οὐκ ἆρʼ ἐμοῦ γε μὴ κρατήσωσίν ποτε.ἔσται ποτʼ ἆρα τοῦτο Καδμείοις βάρος.ποίας φανείσης, ὦ τέκνον, συναλλαγῆς;τῆς σῆς ὑπʼ ὀργῆς, σοῖς ὅταν στῶσιν τάφοις.ἃ δʼ ἐννέπεις, κλύουσα τοῦ λέγεις, τέκνον;ἀνδρῶν θεωρῶν Δελφικῆς ἀφʼ ἑστίας.καὶ ταῦτʼ ἐφʼ ἡμῖν Φοῖβος εἰρηκὼς κυρεῖ;ὥς φασιν οἱ μολόντες εἰς Θήβης πέδον.παίδων τις οὖν ἤκουσε τῶν ἐμῶν τάδε;ἄμφω γʼ ὁμοίως, κἀξεπίστασθον καλῶς.κᾆθʼ οἱ κάκιστοι τῶνδʼ ἀκούσαντες, πάροςτοὐμοῦ πόθου προύθεντο τὴν τυραννίδα;ἀλγῶ κλύουσα ταῦτʼ ἐγώ, φέρω δʼ ὅμως.ἀλλʼ οἱ θεοί σφιν μήτε τὴν πεπρωμένηνἔριν κατασβέσειαν, ἔν τʼ ἐμοὶ τέλοςαὐτοῖν γένοιτο τῆσδε τῆς μάχης πέρι,ἧς νῦν ἔχονται κἀπαναίρονται δόρυ·ὡς οὔτʼ ἂν ὃς νῦν σκῆπτρα καὶ θρόνους ἔχειμείνειεν οὔτʼ ἂν οὑξεληλυθὼς πάλινἔλθοι ποτʼ αὖθις· οἵ γε τὸν φύσαντʼ ἐμὲοὕτως ἀτίμως πατρίδος ἐξωθούμενονοὐκ ἔσχον οὐδʼ ἤμυναν, ἀλλʼ ἀνάστατος