πολλοῖσι δʼ ὄμβροις ἡλίου τε καύμασινμοχθοῦσα τλήμων δεύτερʼ ἡγεῖται τὰ τῆςοἴκοι διαίτης, εἰ πατὴρ τροφὴν ἔχοι.σὺ δʼ, ὦ τέκνον, πρόσθεν μὲν ἐξίκου πατρὶμαντεῖʼ ἄγουσα πάντα, Καδμείων λάθρᾳ,ἃ τοῦδʼ ἐχρήσθη σώματος, φύλαξ τέ μουπιστὴ κατέστης, γῆς ὅτʼ ἐξηλαυνόμην·νῦν δʼ αὖ τίνʼ ἥκεις μῦθον, Ἰσμήνη, πατρὶφέρουσα; τίς σʼ ἐξῆρεν οἴκοθεν στόλος;ἥκεις γὰρ οὐ κενή γε, τοῦτʼ ἐγὼ σαφῶςἔξοιδα, μὴ οὐχὶ δεῖμʼ ἐμοὶ φέρουσά τι.ἐγὼ τὰ μὲν παθήμαθʼ ἅπαθον, πάτερ,ζητοῦσα τὴν σὴν ποῦ κατοικοίης τροφήν,παρεῖσʼ ἐάσω· δὶς γὰρ οὐχὶ βούλομαιπονοῦσά τʼ ἀλγεῖν καὶ λέγουσʼ αὖθις πάλιν.ἃ δʼ ἀμφὶ τοῖν σοῖν δυσμόροιν παίδοιν κακὰνῦν ἐστι, ταῦτα σημανοῦσʼ ἐλήλυθα.πρὶν μὲν γὰρ αὐτοῖς ἦν ἔρως Κρέοντί τεθρόνους ἐᾶσθαι μηδὲ χραίνεσθαι πόλιν,λόγῳ σκοποῦσι τὴν πάλαι γένους φθοράν,οἵα κατέσχε τὸν σὸν ἄθλιον δόμον·νῦν δʼ ἐκ θεῶν του κἀλιτηρίου φρενὸςεἰσῆλθε τοῖν τρὶς ἀθλίοιν ἔρις κακή,ἀρχῆς λαβέσθαι καὶ κράτους τυραννικοῦ.χὠ μὲν νεάζων καὶ χρόνῳ μείων γεγὼςτὸν πρόσθε γεννηθέντα Πολυνείκη θρόνωνἀποστερίσκει, κἀξελήλακεν πάτρας.ὁ δʼ, ὡς καθʼ ἡμᾶς ἔσθʼ ὁ πληθύων λόγος,τὸ κοῖλον Ἄργος βὰς φυγὰς προσλαμβάνεικῆδός τε καινὸν καὶ ξυνασπιστὰς φίλουςὡς αὐτίκʼ Ἄργος ἢ τὸ Καδμείων πέδοντιμῇ καθέξον ἢ πρὸς οὐρανὸν βιβῶν.ταῦτʼ οὐκ ἀριθμός ἐστιν, ὦ πάτερ, λόγων,ἀλλʼ ἔργα δεινά· τοὺς δὲ σοὺς ὅπου θεοὶπόνους κατοικτιοῦσιν οὐκ ἔχω μαθεῖν.ἤδη γὰρ ἔσχες ἐλπίδʼ ὡς ἐμοῦ θεοὺςὤραν τινʼ ἕξειν, ὥστε σωθῆναί ποτε;ἔγωγε τοῖς νὺν γʼ, ὦ πάτερ, μαντεύμασιν.ποίοισι τούτοις; τί δὲ τεθέσπισται, τέκνον;σὲ τοῖς ἐκεῖ ζητητὸν ἀνθρώποις ποτὲ