τάλαινα.οὐκ ἔστιν ἄλλη· φαιδρὰ γοῦν ἀπʼ ὀμμάτωνσαίνει με προσστείχουσα· σημαίνει δʼ ὅτιμόνης τόδʼ ἐστὶ δῆλον Ἰσμήνης κάρα.πῶς εἶπας, ὦ παῖ;παῖδα σήν, ἐμὴν δʼ ὁρᾶνὅμαιμον· αὐδῇ δʼ αὐτίκʼ ἔξεστιν μαθεῖν.ὦ δισσὰ πατρὸς καὶ κασιγνήτης ἐμοὶἥδιστα προσφωνήμαθʼ, ὡς ὑμᾶς μόλιςεὑροῦσα λύπῃ δεύτερον μόλις βλέπω.ὦ τέκνον, ἥκεις;ὦ πάτερ δύσμοιρʼ ὁρᾶν.τέκνον, πέφηνας;οὐκ ἄνευ μόχθου γέ μοι.πρόσψαυσον, ὦ παῖ.θιγγάνω δυοῖν ὁμοῦ.ὦ σπέρμʼ ὅμαιμον.ὦ δυσάθλιαι τροφαί.ἦ τῆσδε κἀμοῦ;δυσμόρου τʼ ἐμοῦ τρίτης.τέκνον, τί δʼ ἦλθες;σῇ, πάτερ, προμηθίᾳ.πότερα πόθοισι;καὶ λόγων γʼ αὐτάγγελος,ξὺν ᾧπερ εἶχον οἰκετῶν πιστῷ μόνῳ.οἱ δʼ αὐθόμαιμοι ποῦ νεανίαι πονεῖν;εἴσʼ οὗπέρ εἰσι· δεινὰ τἀν κείνοις τανῦν.ὦ πάντʼ ἐκείνω τοῖς ἐν Αἰγύπτῳ νόμοιςφύσιν κατεικασθέντε καὶ βίου τροφάς·ἐκεῖ γὰρ οἱ μὲν ἄρσενες κατὰ στέγαςθακοῦσιν ἱστουργοῦντες, αἱ δὲ σύννομοιτἄξω βίου τροφεῖα πορσύνουσʼ ἀεί.σφῷν δʼ, ὦ τέκνʼ, οὓς μὲν εἰκὸς ἦν πονεῖν τάδε,κατʼ οἶκον οἰκουροῦσιν ὥστε παρθένοι,σφὼ δʼ ἀντʼ ἐκείνων τἀμὰ δυστήνου κακὰὑπερπονεῖτον. ἡ μὲν ἐξ ὅτου νέαςτροφῆς ἔληξε καὶ κατίσχυσεν δέμας,ἀεὶ μεθʼ ἡμῶν δύσμορος πλανωμένηγερονταγωγεῖ, πολλὰ μὲν κατʼ ἀγρίανὕλην ἄσιτος νηλίπους τʼ ἀλωμένη,