βλέπειν μὲν αὐτοὺς πρὸς τὸν εὐσεβῆ βροτῶν,βλέπειν δὲ πρὸς τοὺς δυσσεβεῖς, φυγὴν δέ τουμήπω γενέσθαι φωτὸς ἀνοσίου βροτῶν.ξὺν οἷς σὺ μὴ κάλυπτε τὰς εὐδαίμοναςἔργοις Ἀθήνας ἀνοσίοις ὑπηρετῶν,ἀλλʼ ὥσπερ ἔλαβες τὸν ἱκέτην ἐχέγγυον,ῥύου με κἀκφύλασσε· μηδέ μου κάρατὸ δυσπρόσοπτον εἰσορῶν ἀτιμάσῃς,ἥκω γὰρ ἱερὸς εὐσεβής τε καὶ φέρωνὄνησιν ἀστοῖς τοῖσδʼ· ὅταν δʼ ὁ κύριοςπαρῇ τις, ὑμῶν ὅστις ἐστὶν ἡγεμών,τότʼ εἰσακούων πάντʼ ἐπιστήσει· τὰ δὲμεταξὺ τούτου μηδαμῶς γίγνου κακός.ταρβεῖν μέν, ὦ γεραιέ, τἀνθυμήματαπολλή ʼστʼ ἀνάγκη τἀπὸ σοῦ· λόγοισι γὰροὐκ ὠνόμασται βραχέσι· τοὺς δὲ τῆσδε γῆςἄνακτας ἀρκεῖ ταῦτά μοι διειδέναι.καὶ ποῦ ʼσθʼ ὁ κραίνων τῆσδε τῆς χώρας, ξένοι;πατρῷον ἄστυ γῆς ἔχει· σκοπὸς δέ νιν,ὃς κἀμὲ δεῦρʼ ἔπεμψεν, οἴχεται στελῶν.ἦ καὶ δοκεῖτε τοῦ τυφλοῦ τινʼ ἐντροπὴνἢ φροντίδʼ, ἕξειν, αὐτὸν ὥστʼ ἐλθεῖν πέλας;καὶ κάρθʼ, ὅταν περ τοὔνομʼ αἴσθηται τὸ σόν.τίς δʼ ἔσθʼ ὁ κείνῳ τοῦτο τοὔπος ἀγγελῶν;μακρὰ κέλευθος· πολλὰ δʼ ἐμπόρων ἔπηφιλεῖ πλανᾶσθαι, τῶν ἐκεῖνος ἀΐων,θάρσει, παρέσται. πολὺ γάρ, ὦ γέρον, τὸ σὸνὄνομα διήκει πάντας, ὥστε κεἰ βραδὺςεὕδει, κλύων σοῦ δεῦρʼ ἀφίξεται ταχύς.ἀλλʼ εὐτυχὴς ἵκοιτο τῇ θʼ αὑτοῦ πόλειἐμοί τε· τίς γὰρ ἐσθλὸς οὐχ αὑτῷ φίλος;ὦ Ζεῦ, τί λέξω; ποῖ φρενῶν ἔλθω, πάτερ;τί δʼ ἔστι, τέκνον Ἀντιγόνη;γυναῖχʼ ὁρῶστείχουσαν ἡμῶν ἆσσον, Αἰτναίας ἐπὶπώλου βεβῶσαν· κρατὶ δʼ ἡλιοστεγὴςκυνῆ πρόσωπα Θεσσαλίς νιν ἀμπέχει.τί φῶ;ἆρʼ ἔστιν; ἆρʼ οὐκ ἔστιν; ἢ γνώμη πλανᾷ;καὶ φημὶ κἀπόφημι κοὐκ ἔχω τί φῶ.