γεραὸν πατέρα τόνδʼ ἐμὸνοὐκ ἀνέτλατʼ, ἔργωνἀκόντων ἀΐοντες αὐδάν,ἀλλʼ ἐμὲ τὰν μελέαν, ἱκετεύομεν, ὦ ξένοι, οἰκτίραθʼ, ἃπατρὸς ὑπὲρ τοὐμοῦ μόνουἄντομαι οὐκ ἀλαοῖς προσορωμέναὄμμα σὸν ὄμμασιν, ὥς τις ἀφʼ αἵματοςὑμετέρου προφανεῖσα, τὸν ἄθλιοναἰδοῦς κῦρσαι· ἐν ὔμμι γὰρ ὡς θεῷκείμεθα τλάμονες. ἀλλʼ ἴτε, νεύσατε τὰν ἀδόκητον χάριν·πρός σʼ ὅ τι σοι φίλον ἐκ σέθεν ἄντομαι,ἢ τέκνον ἢ λέχος ἢ χρέος ἢ θεός·οὐ γὰρ ἴδοις ἂν ἀθρῶν βροτὸν ὅστις ἄν,εἰ θεὸς ἄγοι,ἐκφυγεῖν δύναιτο.ἀλλʼ ἴσθι, τέκνον Οἰδίπου, σέ τʼ ἐξ ἴσουοἰκτίρομεν καὶ τόνδε συμφορᾶς χάριν·τὰ δʼ ἐκ θεῶν τρέμοντες οὐ σθένοιμεν ἂνφωνεῖν πέρα τῶν πρὸς σὲ νῦν εἰρημένων.τί δῆτα δόξης ἢ τί κληδόνος καλῆςμάτην ῥεούσης ὠφέλημα γίγνεται,εἰ τάς γʼ Ἀθήνας φασὶ θεοσεβεστάταςεἶναι, μόνας δὲ τὸν κακούμενον ξένονσῴζειν οἵας τε καὶ μόνας ἀρκεῖν ἔχειν;κἄμοιγε ποῦ τοῦτʼ ἐστίν, οἵτινες βάθρωνἐκ τῶνδέ μʼ ἐξάραντες εἶτʼ ἐλαύνετε,ὄνομα μόνον δείσαντες; οὐ γὰρ δὴ τό γεσῶμʼ οὐδὲ τἄργα τἄμʼ· ἐπεὶ τά γʼ ἔργα μουπεπονθότʼ ἐστὶ μᾶλλον ἢ δεδρακότα,εἴ σοι τὰ μητρὸς καὶ πατρὸς χρείη λέγειν,ὧν οὕνεκʼ ἐκφοβεῖ με· τοῦτʼ ἐγὼ καλῶςἔξοιδα. καίτοι πῶς ἐγὼ κακὸς φύσιν,ὅστις παθὼν μὲν ἀντέδρων, ὥστʼ εἰ φρονῶνἔπρασσον, οὐδʼ ἂν ὧδʼ ἐγιγνόμην κακός;νῦν δʼ οὐδὲν εἰδὼς ἱκόμην ἵνʼ ἱκόμην,ὑφʼ ὧν δʼ ἔπασχον, εἰδότων ἀπωλλύμην.ἀνθʼ ὧν ἱκνοῦμαι πρὸς θεῶν ὑμᾶς, ξένοι,ὥσπερ με κἀνεστήσαθʼ, ὧδε σώσατε,καὶ μὴ θεοὺς τιμῶντες εἶτα τοὺς θεοὺςμοίρας ποιεῖσθε μηδαμῶς· ἡγεῖσθε δὲ