αὔδασον, τίς ἔφυς βροτῶν;τίς ὁ πολύπονος ἄγει; τίνʼ ἂνσοῦ πατρίδʼ ἐκπυθοίμαν;ὦ ξένοι,ἀπόπτολις· ἀλλὰ μὴτί τόδʼ ἀπεννέπεις, γέρον;μὴ μὴ μή μʼ ἀνέρῃ τίς εἰμι,μηδʼ ἐξετάσῃς πέρα ματεύων.τί τόδʼ;αἰνὰ φύσις.αὔδα.τέκνον, ὤμοι, τί γεγώνω;τίνος εἶ σπέρματος, ὦ ξένε, φώνει, πατρόθεν.ὤμοι ἐγώ, τί πάθω, τέκνον ἐμόν;λέγʼ, ἐπείπερ ἐπʼ ἔσχατα βαίνεις.ἀλλʼ ἐρῶ· οὐ γὰρ ἔχω κατακρυφάν.μακρὰ μέλλετον, ἀλλὰ τάχυνε.Λαΐου ἴστε τινʼ;ὢ ἰοὺ ἰού.τό τε Λαβδακιδᾶν γένος;ὦ Ζεῦ.ἄθλιον Οἰδιπόδαν;σὺ γὰρ ὅδʼ εἶ;δέος ἴσχετε μηδὲν ὅσʼ αὐδῶ.ἰὼ ὢ ὤ.δύσμορος.ὢ ὤ.θύγατερ, τί ποτʼ αὐτίκα κύρσει;ἔξω πόρσω βαίνετε χώρας.ἃ δʼ ὑπέσχεο ποῖ καταθήσεις,οὐδενὶ μοιριδία τίσις ἔρχεταιἃν προπάθῃ τὸ τίνειν· ἀπάτα δʼ ἀπά-ταις ἑτέραις ἑτέρα παραβαλλομέ-να πόνον, οὐ χάριν, ἀντιδίδωσιν ἔ-χειν. σὺ δὲ τῶνδʼ ἑδράνων πάλιν ἔκτοποςαὖθις ἄφορμος ἐμᾶς χθονὸς ἔκθορε,μή τι πέρα χρέοςἐμᾷ πόλει προσάψῃς.ὦ ξένοιαἰδόφρονες, ἀλλʼ ἐπεὶ