λόγον εἴ τινʼ οἴσειςπρὸς ἐμὰν λέσχαν, ἀβάτων ἀποβάς,ἵνα πᾶσι νόμος,φώνει· πρόσθεν δʼ ἀπερύκου.θύγατερ, ποῖ τις φροντίδος ἔλθῃ;ὦ πάτερ, ἀστοῖς ἴσα χρὴ μελετᾶν,εἴκοντας ἃ δεῖ κἀκούοντας.πρόσθιγέ νύν μου.ψαύω καὶ δή.ὦ ξένε, μὴ δῆτʼ ἀδικηθῶ σοὶπιστεύσας καὶ μεταναστάς.οὔ τοι μήποτέ σʼ ἐκ τῶνδʼ ἑδράνων,ὦ γέρον, ἄκοντά τις ἄξει.ἔτʼ οὖν;ἔτι βαῖνε πόρσω.ἔτι;προβίβαζε, κούρα,πόρσω· σὺ γὰρ ἀΐεις.ἕπεο μάν, ἕπεʼ ὧδʼ ἀμαυρῷ κώλῳ, πάτερ, ᾇ σʼ ἄγω.τόλμα ξεῖνος ἐπὶ ξένης,ὦ τλάμων, ὅ τι καὶ πόλιςτέτροφεν ἄφιλον ἀποστυγεῖνκαὶ τὸ φίλον σέβεσθαι.ἄγε νυν σύ με, παῖ,ἵνʼ ἂν εὐσεβίας ἐπιβαίνοντεςτὸ μὲν εἴποιμεν, τὸ δʼ ἀκούσαιμεν,καὶ μὴ χρείᾳ πολεμῶμεν.αὐτοῦ· μηκέτι τοῦδʼ αὐτοπέτρου βήματος ἔξω πόδα κλίνῃς.οὕτως;ἅλις, ὡς ἀκούεις.ἦ ἑσθῶ;λέχριός γʼ ἐπʼ ἄκρουλᾶος βραχὺς ὀκλάσας.πάτερ, ἐμὸν τόδʼ· ἐν ἁσυχαίᾳἰώ μοί μοι.βάσει βάσιν ἅρμοσαι,γεραὸν ἐς χέρα σῶμα σὸνπροκλίνας φιλίαν ἐμάν.ὤμοι δύσφρονος ἄτας.ὦ τλάμων, ὅτε νῦν χαλᾷς,