πόθος τοὶ καὶ κακῶν ἄρʼ ἦν τις.καὶ γὰρ ὃ μηδαμὰ δὴ φίλον ἦν φίλον,ὁπότε γε καὶ τὸν ἐν χεροῖν κατεῖχον.ὦ πάτερ, ὦ φίλος,ὦ τὸν ἀεὶ κατὰ γᾶς σκότον εἱμένος·οὐδέ γʼ ἔνερθʼ ἀφίλητος ἐμοί ποτεκαὶ τᾷδε μὴ κυρήσῃς.ἔπραξεν;ἔπραξεν οἷον ἤθελεν.τὸ ποῖον;ἇς ἔχρῃζε γᾶς ἐπὶ ξέναςἔθανε· κοίταν δʼ ἔχεινέρθεν εὐσκίαστον αἰέν,οὐδὲ πένθος ἔλιπʼ ἄκλαυτον.ἀνὰ γὰρ ὄμμα σε τόδʼ, ὦ πάτερ, ἐμὸνστένει δακρῦον, οὐδʼ ἔχωπῶς με χρὴ τὸ σὸν τάλαινανἀφανίσαι τοσόνδʼ ἄχος.ὤμοι, γᾶς ἐπὶ ξένας θανεῖν ἔχρῃζες ἀλλʼἔρημος ἔθανες ὧδέ μοι.ὦ τάλαινα, τίς ἄρα με πότμος αὖθις ὧδʼἐπαμμένει σέ τʼ, ὦ φίλα, τὰς πατρὸς ὧδʼ ἐρήμας;ἀλλʼ ἐπεὶ ὀλβίως γʼ ἔλυσεντὸ τέλος, ὦ φίλαι, βίου,λήγετε τοῦδʼ ἄχους· κακῶν γὰρ δυσάλωτος οὐδείς.πάλιν, φίλα, συθῶμεν.ὡς τί ῥέξομεν;ἵμερος ἔχει με.τίς;τὰν χθόνιον ἑστίαν ἰδεῖντίνος;πατρός, τάλαινʼ ἐγώ.θέμις δὲ πῶς τάδʼ ἐστί; μῶνοὐχ ὁρᾷς;τί τόδε ἐπέπληξας;καὶ τόδʼ, ὡςτί τόδε μάλʼ αὖθις;ἄταφος ἔπιτνε δίχα τε παντός.ἄγε με, καὶ τότʼ ἐπενάριξον.αἰαῖ, δυστάλαινα, ποῦ δῆτʼ