αὖθις ὧδʼ ἔρημος ἄποροςαἰῶνα τλάμονʼ ἕξω;φίλαι, τρέσητε μηδέν.ἀλλὰ ποῖ φύγω;καὶ πάρος ἀπέφυγετί;τὰ σφῷν τὸ μὴ πίτνειν κακῶς.φρονῶ.τί δῆθʼ ὅπερ νοεῖς;ὅπως μολούμεθʼ ἐς δόμους,οὐκ ἔχω.μηδέ γε μάτευε.μόγος ἔχει.καὶ πάρος ἐπεῖχε.τοτὲ μὲν ἄπορα, τοτὲ δʼ ὕπερθεν.μέγʼ ἄρα πέλαγος ἐλάχετόν τι.ναὶ ναί.ξύμφημι καὐτός.αἰαῖ, ποῖ μόλωμεν, ὦ Ζεῦ;ἐλπίδων γὰρ ἐς τίνʼ ἔτι μεδαίμων τανῦν γʼ ἐλαύνει;παύετε θρήνων, παῖδες· ἐν οἷς γὰρχάρις ἡ χθονία ξύνʼ ἀπόκειται,πενθεῖν οὐ χρή· νέμεσις γάρ.ὦ τέκνον Αἰγέως, προσπίτνομέν σοι.τίνος, ὦ παῖδες, χρείας ἀνύσαι;τύμβον θέλομεν προσιδεῖν αὐταὶ πατρὸς ἡμετέρου.ἀλλʼ οὐ θεμιτόν.πῶς εἶπας, ἄναξ, κοίρανʼ Ἀθηνῶν;ὦ παῖδες, ἀπεῖπεν ἐμοὶ κεῖνοςμήτε πελάζειν ἐς τούσδε τόπουςμήτʼ ἐπιφωνεῖν μηδένα θνητῶνθήκην ἱεράν, ἣν κεῖνος ἔχει.καὶ ταῦτά μʼ ἔφη πράσσοντα καλῶςχώραν ἕξειν αἰὲν ἄλυπον.ταῦτʼ οὖν ἔκλυεν δαίμων ἡμῶνχὠ πάντʼ ἀΐων Διὸς Ὅρκος.ἀλλʼ εἰ τάδʼ ἔχει κατὰ νοῦν κείνῳ,ταῦτʼ ἂν ἀπαρκοῖ· Θήβας δʼ ἡμᾶςτὰς ὠγυγίους πέμψον, ἐάν πως