καὶ τὸν θεῶν Ὄλυμπον ἐν ταὐτῷ λόγῳ.μόρῳ δʼ ὁποίῳ κεῖνος ὤλετʼ, οὐδʼ ἂν εἷςθνητῶν φράσειε, πλὴν τὸ Θησέως κάρα.οὐ γάρ τις αὐτὸν οὔτε πυρφόρος θεοῦκεραυνὸς ἐξέπραξεν οὔτε ποντίαθύελλα κινηθεῖσα τῷ τότʼ ἐν χρόνῳ,ἀλλʼ ἤ τις ἐκ θεῶν πομπὸς ἢ τὸ νερτέρωνεὔνουν διαστὰν γῆς ἀλύπητον βάθρον.ἁνὴρ γὰρ οὐ στενακτὸς οὐδὲ σὺν νόσοιςἀλγεινὸς ἐξεπέμπετʼ, ἀλλʼ εἴ τις βροτῶνθαυμαστός. εἰ δὲ μὴ δοκῶ φρονῶν λέγειν,οὐκ ἂν παρείμην οἷσι μὴ δοκῶ φρονεῖν.ποῦ δʼ αἵ τε παῖδες χοἰ προπέμψαντες φίλων;αἵδʼ οὐχ ἑκάς· γόων γὰρ οὐκ ἀσήμονεςφθόγγοι σφε σημαίνουσι δεῦρʼ ὁρμωμένας.αἰαῖ, φεῦ, ἔστιν ἔστι νῷν δὴοὐ τὸ μέν, ἄλλο δὲ μή, πατρὸς ἔμφυτονἄλαστον αἷμα δυσμόροιν στενάζειν,ᾧτινι τὸν πολὺνἄλλοτε μὲν πόνον ἔμπεδον εἴχομεν,ἐν πυμάτῳ δʼ ἀλόγιστα παροίσομενἰδόντε καὶ παθόντε.τί δʼ ἔστιν;ἔστιν μὲν εἰκάσαι, φίλοι.βέβηκεν;ὡς μάλιστʼ ἂν ἐν πόθῳ λάβοις.τί γάρ, ὅτῳ μήτʼ Ἄρηςμήτε πόντος ἀντέκυρσεν,ἄσκοποι δὲ πλάκες ἔμαρψανἐν ἀφανεῖ τινι μόρῳ φερόμενον.τάλαινα· νῶν δʼ ὀλεθρίανὺξ ἐπʼ ὄμμασιν βέβακε.πῶς γὰρ ἤ τινʼ ἀπίανγᾶν ἢ πόντιον κλύδωνʼ ἀλώμεναι, βίου δύσοιστον ἕξομεν τροφάν;οὐ κάτοιδα. κατά με φόνιοςἈΐδας ἕλοι πατρὶ ξυνθανεῖν γεραιῷτάλαιναν, ὡς ἔμοιγʼ ὁ μέλλων βίος οὐ βιωτός.ὦ διδύμα τέκνων ἀρίστα,τὸ φέρον ἐκ θεοῦ φέρειν,μηδὲν ἄγαν φλέγεσθον· οὔ τοι κατάμεμπτʼ ἔβητον.