σκληρὰν μέν, οἶδα, παῖδες· ἀλλʼ ἓν γὰρ μόνοντὰ πάντα λύει ταῦτʼ ἔπος μοχθήματα.τὸ γὰρ φιλεῖν οὐκ ἔστιν ἐξ ὅτου πλέονἢ τοῦδε τἀνδρὸς ἔσχεθʼ, οὗ τητώμεναιτὸ λοιπὸν ἤδη τὸν βίον διάζετον.τοιαῦτʼ ἐπʼ ἀλλήλοισιν ἀμφικείμενοιλύγδην ἔκλαιον πάντες. ὡς δὲ πρὸς τέλοςγόων ἀφίκοντʼ οὐδʼ ἔτʼ ὠρώρει βοή,ἦν μὲν σιωπή· φθέγμα δʼ ἐξαίφνης τινὸςθώϋξεν αὐτόν, ὥστε πάντας ὀρθίαςστῆσαι φόβῳ δείσαντας ἐξαίφνης τρίχας,καλεῖ γὰρ αὐτὸν πολλὰ πολλαχῇ θεός·ὦ οὗτος οὗτος, Οἰδίπους, τί μέλλομενχωρεῖν; πάλαι δὴ τἀπὸ σοῦ βραδύνεται.ὁ δʼ ὡς ἐπῄσθετʼ ἐκ θεοῦ καλούμενος,αὐδᾷ μολεῖν οἱ γῆς ἄνακτα Θησέα.κἀπεὶ προσῆλθεν, εἶπεν· ὦ φίλον κάρα,δός μοι χερὸς σῆς πίστιν ὁρκίαν τέκνοις,ὑμεῖς τε, παῖδες, τῷδε· καὶ καταίνεσονμήποτε προδώσειν τάσδʼ ἑκών, τελεῖν δʼ ὅσʼ ἂνμέλλῃς φρονῶν εὖ ξυμφέροντʼ αὐτοῖς ἀεί.ὁ δʼ, ὡς ἀνὴρ γενναῖος, οὐκ οἴκτου μέτακατῄνεσεν τάδʼ ὅρκιος δράσειν ξένῳ.ὅπως δὲ ταῦτʼ ἔδρασεν, εὐθὺς Οἰδίπουςψαύσας ἀμαυραῖς χερσὶν ὧν παίδων λέγει·ὦ παῖδε, τλάσας χρὴ τὸ γενναῖον φρενὶχωρεῖν τόπων ἐκ τῶνδε, μηδʼ ἃ μὴ θέμιςλεύσσειν δικαιοῦν μηδὲ φωνούντων κλύειν,ἀλλʼ ἕρπεθʼ ὡς τάχιστα· πλὴν ὁ κύριοςΘησεὺς παρέστω μανθάνων τὰ δρώμενα.τοσαῦτα φωνήσαντος εἰσηκούσαμενξύμπαντες· ἀστακτὶ δὲ σὺν ταῖς παρθένοιςστένοντες ὡμαρτοῦμεν. ὡς δʼ ἀπήλθομεν,χρόνῳ βραχεῖ στραφέντες ἐξαπείδομεντὸν ἄνδρα τὸν μὲν οὐδαμοῦ παρόντʼ ἔτι,ἄνακτα δʼ αὐτὸν ὀμμάτων ἐπίσκιονχεῖρʼ ἀντέχοντα κρατός, ὡς δεινοῦ τινοςφόβου φανέντος οὐδʼ ἀνασχετοῦ βλέπειν.ἔπειτα μέντοι βαιὸν οὐδὲ σὺν χρόνῳὁρῶμεν αὐτὸν γῆν τε προσκυνοῦνθʼ ἅμα