ὁρμωμένῳ νερτέραςτῷ ξένῳ νεκρῶν πλάκας·σέ τοι κικλήσκω τὸν αἰένυπνον.ἄνδρες πολῖται, ξυντομωτάτως, μὲν ἂντύχοιμι λέξας Οἰδίπουν ὀλωλότα·ἃ δʼ ἦν τὰ πραχθέντʼ, οὔθʼ ὁ μῦθος ἐν βραχεῖφράσαι πάρεστιν οὔτε τἄργʼ ὅσʼ ἦν ἐκεῖ.ὄλωλε γὰρ δύστηνος;ὡς λελοιπότακεῖνον τὸν ἀεὶ βίοτον ἐξεπίστασο.πῶς; ἆρα θείᾳ κἀπόνῳ τάλας τύχῃ;ταῦτʼ ἐστὶν ἤδη κἀποθαυμάσαι πρέπον.ὡς μὲν γὰρ ἐνθένδʼ εἷρπε, καὶ σύ που παρὼνἔξοισθʼ, ὑφηγητῆρος οὐδενὸς φίλων,ἀλλʼ αὐτὸς ἡμῖν πᾶσιν ἐξηγούμενος.ἐπεὶ δʼ ἀφῖκτο τὸν καταρράκτην ὀδὸνχαλκοῖς βάθροισι γῆθεν ἐρριζωμένον,ἔστη κελεύθων ἐν πολυσχίστων μιᾷ,κοίλου πέλας κρατῆρος, οὗ τὰ ΘησέωςΠερίθου τε κεῖται πίστʼ ἀεὶ ξυνθήματα.ἀφʼ οὗ μέσος στὰς τοῦ τε Θορικίου πέτρουκοίλης τʼ ἀχέρδου κἀπὸ λαΐνου τάφου,καθέζετʼ· εἶτʼ ἔλυσε δυσπινεῖς στολάς.κἄπειτʼ ἀΰσας παῖδας ἠνώγει ῥυτῶνὑδάτων ἐνεγκεῖν λουτρὰ καὶ χοάς ποθεν·τὼ δʼ εὐχλόου Δήμητρος εἰς προσόψιονπάγον μολοῦσαι τάσδʼ ἐπιστολὰς πατρὶταχεῖ ʼπόρευσαν σῦν χρόνῳ, λουτροῖς τέ νινἐσθῆτί τʼ ἐξήσκησαν ᾗ νομίζεται.ἐπεὶ δὲ παντὸς εἶχε δρῶντος ἡδονὴνκοὐκ ἦν ἔτʼ οὐδὲν ἀργὸν ὧν ἐφίετο,κτύπησε μὲν Ζεὺς χθόνιος αἱ δὲ παρθένοιῥίγησαν, ὡς ἤκουσαν· ἐς δὲ γούναταπατρὸς πεσοῦσαι ʼκλαιον οὐδʼ ἀνίεσανστέρνων ἀραγμοὺς οὐδὲ παμμήκεις γόους.ὁ δʼ ὡς ἀκούει φθόγγον ἐξαίφνης πικρόν,πτύξας ἐπʼ αὐταῖς χεῖρας εἶπεν· ὦ τέκνα,οὐκ ἔστʼ ἔθʼ ὑμῖν τῇδʼ ἐν ἡμέρᾳ πατήρ.ὄλωλε γὰρ δὴ πάντα τἀμά, κοὐκέτιτὴν δυσπόνητον ἕξετʼ ἀμφʼ ἐμοὶ τροφήν·