κἂν εὖ τις οἰκῇ, ῥᾳδίως καθύβρισαν.θεοὶ γὰρ εὖ μέν, ὀψὲ δʼ εἰσορῶσʼ, ὅταντὰ θεῖʼ ἀφείς τις εἰς τὸ μαίνεσθαι τραπῇ·ὃ μὴ σύ, τέκνον Αἰγέως, βούλου παθεῖν.τὰ μὲν τοιαῦτʼ οὖν εἰδότʼ ἐκδιδάσκομεν.χῶρον δʼ, ἐπείγει γάρ με τοὐκ θεοῦ παρόν,στείχωμεν ἤδη μηδʼ ἔτʼ ἐντρεπώμεθα.ὦ παῖδες, ὧδʼ ἕπεσθʼ· ἐγὼ γὰρ ἡγεμὼνσφῷν αὖ πέφασμαι καινός, ὥσπερ σφὼ πατρί.χωρεῖτε καὶ μὴ ψαύετʼ, ἀλλʼ ἐᾶτέ μεαὐτὸν τὸν ἱερὸν τύμβον ἐξευρεῖν, ἵναμοῖρʼ ἀνδρὶ τῷδε τῇδε κρυφθῆναι χθονί.τῇδʼ ὧδε, τῇδε βᾶτε· τῇδε γάρ μʼ ἄγειἙρμῆς ὁ πομπὸς ἥ τε νερτέρα θεός.ὦ φῶς ἀφεγγές, πρόσθε πού ποτʼ ἦσθʼ ἐμόν,νῦν δʼ ἔσχατόν σου τοὐμὸν ἅπτεται δέμας.ἤδη γὰρ ἕρπω τὸν τελευταῖον βίονκρύψων παρʼ Ἅιδην. ἀλλά, φίλτατε ξένων,αὐτός τε χώρα θʼ ἥδε πρόσπολοί τε σοὶεὐδαίμονες γένοισθε, κἀπʼ εὐπραξίᾳμέμνησθέ μου θανόντος εὐτυχεῖς ἀεί.εἰ θέμις ἐστί μοι τὰν ἀφανῆ θεὸνκαὶ σὲ λιταῖς σεβίζειν,ἐννυχίων ἄναξ,Αἰδωνεῦ Αἰδωνεῦ, λίσσωμαιἄπονα μήτʼ ἐπὶ βαρυαχεῖξένον ἐξανύσαιμόρῳ τὰν παγκευθῆ κάτωνεκρῶν πλάκα καὶ Στύγιον δόμον.πολλῶν γὰρ ἂν καὶ μάτανπημάτων ἱκνουμένωνπάλιν σφε δαίμων δίκαιος αὔξοι.ὦ χθόνιαι θεαὶ σῶμά τʼ ἀνικάτουθηρός, ὃν ἐν πύλαισιταῖσι πολυξένοιςεὐνᾶσθαι κνυζεῖσθαί τʼ ἐξ ἄντρωνἀδάματον φύλακα παρʼ Ἁίδᾳλόγος αἰὲν ἔχει·τόν, ὦ Γᾶς παῖ καὶ Ταρτάρου,κατεύχομαι ἐν καθαρῷ βῆναι