περὶ γύαλʼ ἐναλίῳ Ποσειδωνίῳ θεῷ, τυγχάνειςβούθυτον ἑστίαν ἁγίζων, ἱκοῦ.ὁ γὰρ ξένος σε καὶ πόλισμα καὶ φίλους ἐπαξιοῖδικαίαν χάριν παρασχεῖν παθών.σπεῦσον ἄϊσσʼ, ὦναξ.τίς αὖ παρʼ ὑμῶν κοινὸς ἠχεῖται κτύπος,σαφὴς μὲν ἀστῶν, ἐμφανὴς δὲ τοῦ ξένου;μή τις Διὸς κεραυνὸς ἤ τις ὀμβρίαχάλαζʼ ἐπιρράξασα; πάντα γὰρ θεοῦτοιαῦτα χειμάζοντος εἰκάσαι πάρα.ἄναξ, ποθοῦντι προυφάνης, καί σοι θεῶντύχην τις ἐσθλὴν τῆσδʼ ἔθηκε τῆς ὁδοῦ.τί δʼ ἐστίν, ὦ παῖ Λαΐου, νέορτον αὖ;ῥοπὴ βίου μοι· καί σʼ ἅπερ ξυνῄνεσαθέλω πόλιν τε τήνδε μὴ ψεύσας θανεῖν.τῷ δʼ ἐκπέπεισαι τοῦ μόρου τεκμηρίῳ;αὐτοὶ θεοὶ κήρυκες ἀγγέλλουσί μοι,ψεύδοντες οὐδὲν σῆμα τῶν προκειμένων.πῶς εἶπας, ὦ γεραιέ, δηλοῦσθαι τάδε;αἱ πολλὰ βρονταὶ διατελεῖς τὰ πολλά τεστράψαντα χειρὸς τῆς ἀνικήτου βέλη.πείθεις με· πολλὰ γάρ σε θεσπίζονθʼ ὁρῶκοὐ ψευδόφημα· χὤ τι χρὴ ποιεῖν λέγε.ἐγὼ διδάξω, τέκνον Αἰγέως, ἅ σοιγήρως ἄλυπα τῇδε κείσεται πόλει.χῶρον μὲν αὐτὸς αὐτίκʼ ἐξηγήσομαι,ἄθικτος ἡγητῆρος, οὗ με χρὴ θανεῖν.τοῦτον δὲ φράζε μή ποτʼ ἀνθρώπων τινί,μήθʼ οὗ κέκευθε μήτʼ ἐν οἷς κεῖται τόποις·ὥς σοι πρὸ πολλῶν ἀσπίδων ἀλκὴν ὅδεδορός τʼ ἐπακτοῦ γειτονῶν ἀεὶ τιθῇ.ἃ δʼ ἐξάγιστα μηδὲ κινεῖται λόγῳ,αὐτὸς μαθήσει, κεῖσʼ ὅταν μόλῃς μόνος·ὡς οὔτʼ ἂν ἀστῶν τῶνδʼ ἂν ἐξείποιμί τῳοὔτʼ ἂν τέκνοισι τοῖς ἐμοῖς, στέργων ὅμως.ἀλλʼ αὐτὸς αἰεὶ σῷζε, χὤταν εἰς τέλοςτοῦ ζῆν ἀφικνῇ, τῷ προφερτάτῳ μόνῳσήμαινʼ, ὁ δʼ αἰεὶ τὠπιόντι δεικνύτω.χοὔτως ἀδῇον τήνδʼ ἐνοικήσεις πόλινσπαρτῶν ἀπʼ ἀνδρῶν· αἱ δὲ μυρίαι πόλεις,