δυστάλαινά τἄρʼ ἐγώ, εἴ σου στερηθῶ.ταῦτα δʼ ἐν τῷ δαίμονικαὶ τῇδε φῦναι χἀτέρᾳ. σφὼ δʼ οὖν ἐγὼθεοῖς ἀρῶμαι μή ποτʼ ἀντῆσαι κακῶν·ἀνάξιαι γὰρ πᾶσίν ἐστε δυστυχεῖν.νέα τάδε νεόθεν ἦλθέ μοικακὰ βαρύποτμὰ παρʼ ἀλαοῦ ξένου,εἴ τι μοῖρα μὴ κιγχάνει.μάταν γὰρ οὐδὲν ἀξίωμα δαιμόνων ἔχω φράσαι.ὁρᾷ ὁρᾷ ταῦτʼ ἀεὶ χρόνος, τρέχων μὲν ἕτερα,τὰ δὲ παρʼ ἦμαρ αὖθις αὔξων ἄνω.ἔκτυπεν αἰθήρ, ὦ Ζεῦ.ὦ τέκνα τέκνα, πῶς ἄν, εἴ τις ἔντοπος,τὸν πάντʼ ἄριστον δεῦρο Θησέα πόροι;πάτερ, τί δʼ ἐστὶ τἀξίωμʼ ἐφʼ ᾧ καλεῖς;Διὸς πτερωτὸς ἥδε μʼ αὐτίκʼ ἄξεταιβροντὴ πρὸς Ἅιδην· ἀλλὰ πέμψαθʼ ὡς τάχος.μέγας, ἴδε, μάλʼ ὅδʼ ἐρείπεταικτύπος ἄφατος διόβολος· ἐς δʼ ἄκρανδεῖμʼ ὑπῆλθε κρατὸς φόβαν.ἔπτηξα θυμόν· οὐρανία γὰρ ἀστραπὴ φλέγει πάλιν.τί μὰν ἀφήσει τέλος; δέδοικα δʼ· οὐ γὰρ ἅλιονἀφορμᾷ ποτʼ, οὐκ ἄνευ ξυμφορᾶς.ὦ μέγας αἰθήρ, ὦ Ζεῦ.ὦ παῖδες, ἥκει τῷδʼ ἐπʼ ἀνδρὶ θέσφατοςβίου τελευτὴ κοὐκέτʼ ἔστʼ ἀποστροφή.πῶς οἶσθα; τῷ δὲ τοῦτο συμβαλὼν ἔχεις;καλῶς κάτοιδʼ· ἀλλʼ ὡς τάχιστά μοι μολὼνἄνακτα χώρας τῆσδέ τις πορευσάτω.ἔα ἔα, ἰδοὺ μάλʼ αὖθις ἀμφίσταται διαπρύσιος ὄτοβος.ἵλαος, ὦ δαίμων, ἵλαος εἴ τι γᾷματέρι τυγχάνεις ἀφεγγὲς φέρων.ἐναισίου δὲ σοῦ τύχοιμι, μηδʼ ἄλαστον ἄνδρʼ ἰδὼνἀκερδῆ χάριν μετάσχοιμί πως. Ζεῦ ἄνα σοὶ φωνῶ.ἆρʼ ἐγγὺς ἁνήρ; ἆρʼ ἔτʼ ἐμψύχου, τέκνα,κιχήσεταί μου καὶ κατορθοῦντος φρένα;τί δʼ ἂν θέλοις τὸ πιστὸν ἐμφῦναι φρενί;ἀνθʼ ὧν ἔπασχον εὖ, τελεσφόρον χάρινδοῦναί σφιν, ἥνπερ τυγχάνων ὑπεσχόμην.ἰὼ ἰὼ παῖ, βᾶθι βᾶθʼ, εἴτʼ ἄκρα,