τὰ σκληρὰ πατρὸς κλύετε ταῦτʼ ἀρωμένου,μή τοί με πρὸς θεῶν σφώ γʼ, ἐὰν αἱ τοῦδʼ ἀραὶπατρὸς τελῶνται καί τις ὑμῖν ἐς δόμουςνόστος γένηται, μή μʼ ἀτιμάσητέ γε,ἀλλʼ ἐν τάφοισι θέσθε κἀν κτερίσμασιν.καὶ σφῷν ὁ νῦν ἔπαινος, ὃν κομίζετοντοῦδʼ, ἀνδρὸς οἷς πονεῖτον, οὐκ ἐλάσσοναἔτʼ ἄλλον οἴσει τῆς ἐμῆς ὑπουργίας.Πολύνεικες, ἱκετεύω σε πεισθῆναί τί μοι.ὦ φιλτάτη, τὸ ποῖον, Ἀντιγόνη; λέγε.στρέψαι στράτευμʼ ἐς Ἄργος ὡς τάχιστά γε,καὶ μὴ σέ τʼ αὐτὸν καὶ πόλιν διεργάσῃ.ἀλλʼ οὐχ οἷόν τε· πῶς γὰρ αὖθις ἂν πάλινστράτευμʼ ἄγοιμι ταὐτόν. εἰσάπαξ τρέσας;τί δʼ αὖθις, ὦ παῖ, δεῖ σε θυμοῦσθαι; τί σοιπάτραν κατασκάψαντι κέρδος ἔρχεται;αἰσχρὸν τὸ φεύγειν καὶ τὸ πρεσβεύοντʼ ἐμὲοὕτω γελᾶσθαι τοῦ κασιγνήτου πάρα.ὁρᾷς τὰ τοῦδʼ οὖν ὡς ἐς ὀρθὸν ἐκφέρειμαντεύμαθʼ, ὃς σφῷν θάνατον ἐξ ἀμφοῖν θροεῖ;χρῄζει γάρ· ἡμῖν δʼ οὐχὶ συγχωρητέα.οἴμοι τάλαινα· τίς δὲ τολμήσει κλύωντὰ τοῦδʼ ἕπεσθαι τἀνδρός, οἷʼ ἐθέσπισεν;οὐκ ἀγγελοῦμεν φλαῦρʼ· ἐπεὶ στρατηλάτουχρηστοῦ τὰ κρείσσω μηδὲ τἀνδεᾶ λέγειν.οὕτως ἄρʼ, ὦ παῖ, ταῦτά σοι δεδογμένα;καὶ μή μʼ ἐπίσχῃς γʼ· ἀλλʼ ἐμοὶ μὲν ἥδʼ ὁδὸςἔσται μέλουσα δύσποτμός τε καὶ κακὴπρὸς τοῦδε πατρὸς τῶν τε τοῦδʼ ἐρινύων·σφῷν δʼ εὖ διδοίη Ζεύς, τάδʼ εἰ θανόντι μοιτελεῖτʼ, ἐπεὶ οὔ μοι ζῶντί γʼ αὖθις ἕξετον.μέθεσθε δʼ ἤδη χαίρετόν τʼ· οὐ γάρ μʼ ἔτιβλέποντʼ ἐσόψεσθʼ αὖθις.ὦ τάλαινʼ ἐγώ.μή τοί μʼ ὀδύρου.καὶ τίς ἄν σʼ ὁρμώμενονεἰς προὖπτον Ἅιδην οὐ καταστένοι, κάσι;εἰ χρή, θανοῦμαι.μὴ σύ γʼ, ἀλλʼ ἐμοὶ πιθοῦ.μὴ πεῖθʼ ἃ μὴ δεῖ.