τὰς παῖδας, ἦ τἂν οὐκ ἂν ἦ, τὸ σὸν μέρος·νῦν δʼ αἵδε μʼ ἐκσῴζουσιν, αἵδʼ ἐμαὶ τροφοί,αἵδʼ ἄνδρες, οὐ γυναῖκες, εἰς τὸ συμπονεῖν·ὑμεῖς δʼ ἀπʼ ἄλλου κοὐκ ἐμοῦ πεφύκατον.τοιγάρ σʼ ὁ δαίμων εἰσορᾷ μὲν οὔ τί πωὡς αὐτίκʼ, εἴπερ οἵδε κινοῦνται λόχοιπρὸς ἄστυ Θήβης. οὐ γὰρ ἔσθʼ ὅπως πόλινκείνην ἐρείψεις, ἀλλὰ πρόσθεν αἵματιπεσεῖ μιανθεὶς χὼ σύναιμος ἐξ ἴσου.τοιάσδʼ ἀρὰς σφῷν πρόσθε τʼ ἐξανῆκʼ ἐγὼνῦν τʼ ἀνακαλοῦμαι ξυμμάχους ἐλθεῖν ἐμοί,ἵνʼ ἀξιῶτον τοὺς φυτεύσαντας σέβεινκαὶ μὴ ʼξατιμάζητον, εἰ τυφλοῦ πατρὸςτοιώδʼ ἐφύτην· αἵδε γὰρ τάδʼ οὐκ ἔδρων.τοιγὰρ τὸ σὸν θάκημα καὶ τοὺς σοὺς θρόνουςκρατοῦσιν, εἴπερ ἐστὶν ἡ παλαίφατοςΔίκη ξύνεδρος Ζηνὸς ἀρχαίοις νόμοις.σὺ δʼ ἔρρʼ ἀπόπτυστός τε κἀπάτωρ ἐμοῦ,κακῶν κάκιστε, τάσδε συλλαβὼν ἀράς,ἅς σοι καλοῦμαι, μήτε γῆς ἐμφυλίουδόρει κρατῆσαι μήτε νοστῆσαί ποτετὸ κοῖλον Ἄργος, ἀλλὰ συγγενεῖ χερὶθανεῖν κτανεῖν θʼ ὑφʼ οὗπερ ἐξελήλασαι.τοιαῦτʼ ἀρῶμαι καὶ καλῶ τὸ Ταρτάρουστυγνὸν πατρῷον ἔρεβος, ὥς σʼ ἀποικίσῃ,καλῶ δὲ τάσδε δαίμονας, καλῶ δʼ Ἄρητὸν σφῷν τὸ δεινὸν μῖσος ἐμβεβληκότα.καὶ ταῦτʼ ἀκούσας στεῖχε, κἀξάγγελλʼ ἰὼνκαὶ πᾶσι Καδμείοισι τοῖς σαυτοῦ θʼ ἅμαπιστοῖσι συμμάχοισιν, οὕνεκʼ Οἰδίπουςτοιαῦτʼ ἔνειμε παισὶ τοῖς αὑτοῦ γέρα.Πολύνεικες, οὔτε ταῖς παρελθούσαις ὁδοῖςξυνήδομαί σοι, νῦν τʼ ἴθʼ ὡς τάχος πάλιν.οἴμοι κελεύθου τῆς τʼ ἐμῆς δυσπραξίας,οἴμοι δʼ ἑταίρων· οἷον ἆρʼ ὁδοῦ τέλοςἌργους ἀφωρμήθημεν, ὦ τάλας ἐγώ,τοιοῦτον οἷον οὐδὲ φωνῆσαί τινιἔξεσθʼ ἑταίρων, οὐδʼ ἀποστρέψαι πάλιν,ἀλλʼ ὄντʼ ἄναυδον τῇδε συγκῦρσαι τύχῃ.ὦ τοῦδʼ ὅμαιμοι παῖδες, ἀλλʼ ὑμεῖς, ἐπεὶ