οἵ σʼ ἀντὶ παίδων τῶνδε καὶ ψυχῆς, πάτερ,ἱκετεύομεν ξύμπαντες ἐξαιτούμενοιμῆνιν βαρεῖαν εἰκαθεῖν ὁρμωμένῳτῷδʼ ἀνδρὶ τοὐμοῦ πρὸς κασιγνήτου τίσιν,ὅς μʼ ἐξέωσε κἀπεσύλησεν πάτρας.εἰ γάρ τι πιστόν ἐστιν ἐκ χρηστηρίων,οἷς ἂν σὺ προσθῇ, τοῖσδʼ ἔφασκʼ εἶναι κράτος.πρὸς νῦν σε κρηνῶν καὶ θεῶν ὁμογνίωναἰτῶ πιθέσθαι καὶ παρεικαθεῖν, ἐπεὶπτωχοὶ μὲν ἡμεῖς καὶ ξένοι, ξένος δὲ σύ.ἄλλους δὲ θωπεύοντες οἰκοῦμεν σύ τεκἀγώ, τὸν αὐτὸν δαίμονʼ ἐξειληχότες.ὁ δʼ ἐν δόμοις τύραννος, ὦ τάλας ἐγώ,κοινῇ καθʼ ἡμῶν ἐγγελῶν ἁβρύνεται·ὅν, εἰ σὺ τἠμῇ ξυμπαραστήσει φρενί,βραχεῖ σὺν ὄγκῳ καὶ χρόνῳ διασκεδῶ.ὥστʼ ἐν δόμοισι τοῖσι σοῖς στήσω σʼ ἄγων.στήσω δʼ ἐμαυτόν, κεῖνον ἐκβαλὼν βίᾳ.καὶ ταῦτα σοῦ μὲν ξυνθέλοντος ἔστι μοικομπεῖν, ἄνευ σοῦ δʼ οὐδὲ σωθῆναι σθένω.τὸν ἄνδρα τοῦ πέμψαντος οὕνεκʼ, Οἰδίπουςεἰπὼν ὁποῖα ξύμφορʼ ἔκπεμψαι πάλιν.ἀλλʼ εἰ μέν, ἄνδρες, τῆσδε δημοῦχοι χθονόςμὴ ʼτύγχανʼ αὐτὸν δεῦρο προσπέμψας ἐμοὶΘησεύς, δικαιῶν ὥστʼ ἐμοῦ κλύειν λόγους,οὔ τἄν ποτʼ ὀμφῆς τῆς ἐμῆς ἐπῄσθετο·νῦν δʼ ἀξιωθεὶς εἶσι κἀκούσας γʼ ἐμοῦτοιαῦθʼ ἃ τὸν τοῦδʼ οὔ ποτʼ εὐφρανεῖ βίον·ὅς γʼ, ὦ κάκιστε, σκῆπτρα καὶ θρόνους ἔχων,ἃ νῦν ὁ σὸς ξύναιμος ἐν Θήβαις ἔχει,τὸν αὐτὸς αὑτοῦ πατέρα τόνδʼ ἀπήλασαςκἄθηκας ἄπολιν καὶ στολὰς ταύτας φορεῖν,ἃς νῦν δακρύεις εἰσορῶν, ὅτʼ ἐν πόνῳταὐτῷ βεβηκὼς τυγχάνεις κακῶν ἐμοί.οὐ κλαυστὰ δʼ ἐστίν, ἀλλʼ ἐμοὶ μὲν οἰστέατάδʼ, ἕωσπερ ἂν ζῶ, σοῦ φονέως μεμνημένος·σὺ γάρ με μόχθῳ τῷδʼ ἔθηκας ἔντροφον,σύ μʼ ἐξέωσας, ἐκ σέθεν δʼ ἀλώμενοςἄλλους ἐπαιτῶ τὸν καθʼ ἡμέραν βίον.εἰ δʼ ἐξέφυσα τάσδε μὴ ʼμαυτῷ τροφοὺς