ἀρωγόν, ἔνθεν μʼ ὧδʼ ἀνέστησεν μολεῖνὁ τῆσδε τῆς γῆς κοίρανος, διδοὺς ἐμοὶλέξαι τʼ ἀκοῦσαί τʼ ἀσφαλεῖ σὺν ἐξόδῳ.καὶ ταῦτʼ ἀφʼ ὑμῶν, ὧ ξένοι, βουλήσομαικαὶ ταῖνδʼ ἀδελφαῖν καὶ πατρὸς κυρεῖν ἐμοί.ἃ δʼ ἦλθον, ἤδη σοι θέλω λέξαι, πάτερ.γῆς ἐκ πατρῴας ἐξελήλαμαι φυγάς,τοῖς σοῖς πανάρχοις οὕνεκʼ ἐνθακεῖν θρόνοιςγονῇ πεφυκὼς ἠξίουν γεραίτερος.ἀνθʼ ὧν μʼ Ἐτεοκλῆς, ὢν φύσει νεώτερος,γῆς ἐξέωσεν, οὔτε νικήσας λόγῳοὔτʼ εἰς ἔλεγχον χειρὸς οὐδʼ ἔργου μολών,πόλιν δὲ πείσας. ὧν ἐγὼ μάλιστα μὲντὴν σὴν ἐρινὺν αἰτίαν εἶναι λέγω.ἔπειτα κἀπὸ μάντεων ταύτῃ κλύω.ἐπεὶ γὰρ ἦλθον Ἄργος ἐς τὸ Δωρικόν,λαβὼν Ἄδραστον πενθερόν, ξυνωμόταςἔστησʼ ἐμαυτῷ γῆς ὅσοιπερ Ἀπίαςπρῶτοι καλοῦνται καὶ τετίμηνται δόρει,ὅπως τὸν ἑπτάλογχον ἐς Θήβας στόλονξὺν τοῖσδʼ ἀγείρας ἢ θάνοιμι πανδίκωςἢ τοὺς τάδʼ ἐκπράξαντας ἐκβάλοιμι γῆς.εἶεν· τί δῆτα νῦν ἀφιγμένος κυρῶ;σοὶ προστροπαίους, ὦ πάτερ, λιτὰς ἔχωναὐτός τʼ ἐμαυτοῦ ξυμμάχων τε τῶν ἐμῶν,οἳ νῦν σὺν ἑπτὰ τάξεσιν σὺν ἑπτά τελόγχαις τὸ Θήβης πέδιον ἀμφεστᾶσι πᾶν·οἷος δορυσσοῦς Ἀμφιάρεως, τὰ πρῶτα μὲνδόρει κρατύνων, πρῶτα δʼ οἰωνῶν ὁδοῖς·ὁ δεύτερος δʼ Αἰτωλὸς Οἰνέως τόκοςΤυδεύς. τρίτος δʼ Ἐτέοκλος, Ἀργεῖος γεγώς·τέταρτον Ἱππομέδοντʼ ἀπέστειλεν πατὴρΤαλαός· ὁ πέμπτος δʼ εὔχεται κατασκαφῇΚαπανεὺς τὸ Θήβης ἄστυ δῃώσειν πυρί·ἕκτος δὲ Παρθενοπαῖος Ἀρκὰς ὄρνυται,ἐπώνυμος τῆς πρόσθεν ἀδμήτης χρόνῳμητρὸς λοχευθείς, πιστὸς Ἀταλάντης γόνος·ἐγὼ δὲ σός, κεἰ μὴ σός, ἀλλὰ τοῦ κακοῦπότμου φυτευθείς, σός γέ τοι καλούμενος,ἄγω τὸν Ἄργους ἄφοβον ἐς Θήβας στρατόν.