αἱ δʼ ἀνὰ μέσσαν ἀκτῖνʼ,αἱ δʼ ἐννυχιᾶν ἀπὸ Ῥιπᾶν.καὶ μὴν ὅδʼ ἡμῖν, ὡς ἔοικεν, ὁ ξένοςἀνδρῶν γε μοῦνος, ὦ πάτερ, διʼ ὄμματοςἀστακτὶ λείβων δάκρυον ὧδʼ ὁδοιπορεῖ.τίς οὗτος;ὅνπερ καὶ πάλαι κατείχομενγνώμῃ, πάρεστι δεῦρο Πολυνείκης ὅδε.οἴμοι, τί δράσω; πότερα τἀμαυτοῦ κακὰπρόσθεν δακρύσω, παῖδες, ἢ τὰ τοῦδʼ ὁρῶνπατρὸς γέροντος; ὃς ξένης ἐπὶ χθονὸςσὺν σφῷν ἐφηύρηκʼ ἐνθάδʼ ἐκβεβλημένονἐσθῆτι σὺν τοιᾷδε, τῆς ὁ δυσφιλὴςγέρων γέροντι συγκατῴκηκεν πίνοςπλευρὰν μαραίνων, κρατὶ δʼ ὀμματοστερεῖκόμη διʼ αὔρας ἀκτένιστος ᾄσσεται·ἀδελφὰ δʼ, ὡς ἔοικε, τούτοισιν φορεῖτὰ τῆς ταλαίνης νηδύος θρεπτήρια.ἁγὼ πανώλης ὄψʼ ἄγαν ἐκμανθάνω·καὶ μαρτυρῶ κάκιστος ἀνθρώπων τροφαῖςταῖς σαῖσιν ἥκειν· τἀμὰ μὴ ʼξ ἄλλων πύθῃ.ἀλλʼ ἔστι γὰρ καὶ Ζηνὶ σύνθακος θρόνωνΑἰδὼς ἐπʼ ἔργοις πᾶσι, καὶ πρὸς σοί, πάτερ,παρασταθήτω· τῶν γὰρ ἡμαρτημένωνἄκη μέν ἐστι, προσφορὰ δʼ οὐκ ἔστʼ ἔτι.τί σιγᾷς;φώνησον, ὦ πάτερ, τι· μή μʼ ἀποστραφῇς.οὐδʼ ἀνταμείβει μʼ οὐδέν, ἀλλʼ ἀτιμάσαςπέμψεις ἄναυδος, οὐδʼ ἃ μηνίεις φράσας;ὦ σπέρματʼ ἀνδρὸς τοῦδʼ, ἐμαὶ δʼ ὁμαίμονες,πειράσατʼ ἀλλʼ ὑμεῖς γε κινῆσαι πατρὸςτὸ δυσπρόσοιστον κἀπροσήγορον στόμα,ὡς μή μʼ ἄτιμον, τοῦ θεοῦ γε προστάτην,οὕτως ἀφῇ με μηδὲν ἀντειπὼν ἔπος.λέγʼ, ὦ ταλαίπωρʼ, αὐτὸς ὧν χρείᾳ πάρει·τὰ πολλὰ γάρ τοι ῥήματʼ ἢ τέρψαντά τι,ἢ δυσχεράναντʼ ἢ κατοικτίσαντά πως,παρέσχε φωνὴν τοῖς ἀφωνήτοις τινά.ἀλλʼ ἐξερῶ· καλῶς γὰρ ἐξηγεῖ σύ μοι·πρῶτον μὲν αὐτὸν τὸν θεὸν ποιούμενος