ἔχεις γὰρ οὐχὶ βαιὰ τἀνθυμήματα,τῶν σῶν ἀδέρκτων ὀμμάτων τητώμενος.ἀλλʼ ἡμὶν εἶκε· λιπαρεῖν γὰρ οὐ καλὸνδίκαια προσχρῄζουσιν, οὐδʼ αὐτὸν μὲν εὖπάσχειν, παθόντα δʼ οὐκ ἐπίστασθαι τίνειν.τέκνον, βαρεῖαν ἡδονὴν νικᾶτέ μελέγοντες· ἔστω δʼ οὖν ὅπως ὑμῖν φίλον.μόνον, ξένʼ, εἴπερ κεῖνος ὧδʼ ἐλεύσεται,μηδεὶς κρατείτω τῆς ἐμῆς ψυχῆς ποτε.ἅπαξ τὰ τοιαῦτʼ, οὐχὶ δὶς χρῄζω κλύειν,ὦ πρέσβυ. κομπεῖν δʼ οὐχὶ βούλομαι· σὺ δʼ ὢνσῶς ἴσθʼ, ἐάν περ κἀμέ τις σῴζῃ θεῶν.ὅστις τοῦ πλέονος μέρους χρῄζει τοῦ μετρίου παρεὶςζώειν, σκαιοσύναν φυλάσσωνἐν ἐμοὶ κατάδηλος ἔσται.ἐπεὶ πολλὰ μὲν αἱ μακραὶ ἁμέραι κατέθεντο δὴλύπας ἐγγυτέρω, τὰ τέρποντα δʼ οὐκ ἂν ἴδοις ὅπου,ὅταν τις ἐς πλέον πέσῃτοῦ δέοντος· ὁ δʼ ἐπίκουρος ἰσοτέλεστος,Ἄϊδος ὅτε μοῖρʼ ἀνυμέναιοςἄλυρος ἄχορος ἀναπέφηνε,θάνατος ἐς τελευτάν.μὴ φῦναι τὸν ἅπαντα νικᾷ λόγον· τὸ δʼ, ἐπεὶ φανῇ,βῆναι κεῖθεν ὅθεν περ ἥκει,πολὺ δεύτερον, ὡς τάχιστα.ὡς εὖτʼ ἂν τὸ νέον παρῇ κούφας ἀφροσύνας φέρον,τίς πλαγὰ πολύμοχθος ἔξω; τίς οὐ καμάτων ἔνι;φθόνος, στάσεις, ἔρις, μάχαικαὶ φόνοι· τό τε κατάμεμπτον ἐπιλέλογχεπύματον ἀκρατὲς ἀπροσόμιλονγῆρας ἄφιλον, ἵνα πρόπαντακακὰ κακῶν ξυνοικεῖ.ἐν ᾧ τλάμων ὅδʼ, οὐκ ἐγὼ μόνος,πάντοθεν βόρειος ὥς τιςἀκτὰ κυματοπλὴξ χειμερία κλονεῖται,ὣς καὶ τόνδε κατʼ ἄκραςδειναὶ κυματοαγεῖςἆται κλονέουσιν ἀεὶ ξυνοῦσαι,αἱ μὲν ἀπʼ ἀελίου δυσμᾶν,αἱ δʼ ἀνατέλλοντος·