οὐκ οἶδα πλὴν ἕν· σοῦ γάρ, ὡς λέγουσί μοι,βραχύν τινʼ αἰτεῖ μῦθον οὐκ ὄγκου πλέων.ποῖόν τινʼ; οὐ γὰρ ἥδʼ ἕδρα σμικροῦ λόγου.σοὶ φασὶν αὐτὸν ἐς λόγους ἐλθεῖν μόνοναἰτεῖν ἀπελθεῖν τʼ ἀσφαλῶς τῆς δεῦρʼ ὁδοῦ.τίς δῆτʼ ἂν εἴη τήνδʼ ὁ προσθακῶν ἕδραν;ὅρα κατʼ Ἄργος εἴ τις ὑμὶν ἐγγενὴςἔσθʼ, ὅστις ἄν σου τοῦτο προσχρῄζοι τυχεῖν.ὦ φίλτατε, σχὲς οὗπερ εἶ.τί δʼ ἔστι σοι;μή μου δεηθῇς.πράγματος ποίου; λέγε.ἔξοιδʼ ἀκούων τῶνδʼ ὅς ἐσθʼ ὁ προστάτης.καὶ τίς ποτʼ ἐστὶν ὅν γʼ ἐγὼ ψέξαιμί τι;παῖς οὑμός, ὦναξ, στυγνός, οὗ λόγων ἐγὼἄλγιστʼ ἂν ἀνδρῶν ἐξανασχοίμην κλύων.τί δʼ; οὐκ ἀκούειν ἔστι καὶ μὴ δρᾶν ἃ μὴχρῄζεις; τί σοι τοῦτʼ ἐστὶ λυπηρὸν κλύειν;ἔχθιστον, ὦναξ, φθέγμα τοῦθʼ ἥκει πατρί·καὶ μή μʼ ἀνάγκῃ προσβάλῃς τάδʼ εἰκαθεῖν.ἀλλʼ εἰ τὸ θάκημʼ ἐξαναγκάζει, σκόπειμή σοι πρόνοιʼ ᾖ τοῦ θεοῦ φυλακτέα.πάτερ, πιθοῦ μοι, κεἰ νέα παραινέσω.τὸν ἄνδρʼ ἔασον τόνδε τῇ θʼ αὑτοῦ φρενὶχάριν παρασχεῖν τῷ θεῷ θʼ ἃ βούλεται,καὶ νῷν ὕπεικε τὸν κασίγνητον μολεῖν.οὐ γάρ σε, θάρσει, πρὸς βίαν παρασπάσειγνώμης, ἃ μή σοι συμφέροντα λέξεται.λόγων δʼ ἀκοῦσαι τίς βλάβη; τά τοι κακῶςηὑρημένʼ ἔργα τῷ λόγῳ μηνύεται.ἔφυσας αὐτόν· ὥστε μηδὲ δρῶντά σετὰ τῶν κακίστων δυσσεβέστατʼ, ὦ πάτερ,θέμις σέ γʼ εἶναι κεῖνον ἀντιδρᾶν κακῶς.ἀλλʼ ἔασον· εἰσὶ χἀτέροις γοναὶ κακαὶκαὶ θυμὸς ὀξύς, ἀλλὰ νουθετούμενοιφίλων ἐπῳδαῖς ἐξεπᾴδονται φύσιν.σὺ δʼ εἰς ἐκεῖνα, μὴ τὰ νῦν, ἀποσκόπειπατρῷα καὶ μητρῷα πήμαθʼ ἅπαθες·κἂν κεῖνα λεύσσῃς, οἶδʼ ἐγώ, γνώσει κακοῦθυμοῦ τελευτὴν ὡς κακὴ προσγίγνεται.