ἐπίσταμαι γὰρ τήνδε τὴν ἐς τάσδε μοιτέρψιν παρʼ ἄλλου μηδενὸς πεφασμένην·σὺ γάρ νιν ἐξέσωσας, οὐκ ἄλλος βροτῶν.καί σοι θεοὶ πόροιεν ὡς ἐγὼ θέλω,αὐτῷ τε καὶ γῇ τῇδʼ, ἐπεὶ τό γʼ εὐσεβὲςμόνοις παρʼ ὑμῖν ηὗρον ἀνθρώπων ἐγὼκαὶ τοὐπιεικὲς καὶ τὸ μὴ ψευδοστομεῖν.εἰδὼς δʼ ἀμύνω τοῖσδε τοῖς λόγοις τάδε·ἔχω γὰρ ἅχω διὰ σὲ κοὐκ ἄλλον βροτῶν·καί μοι χέρʼ, ὦναξ, δεξιὰν ὄρεξον, ὡςψαύσω φιλήσω τʼ, εἰ θέμις, τὸ σὸν κάρα.καίτοι τί φωνῶ; πῶς σʼ ἂν ἄθλιος γεγὼςθιγεῖν θελήσαιμʼ ἀνδρός, ᾧ τίς οὐκ ἔνικηλὶς κακῶν ξύνοικος; οὐκ ἔγωγέ σε,οὐδʼ οὖν ἐάσω· τοῖς γὰρ ἐμπείροις βροτῶνμόνοις οἷόν τε συνταλαιπωρεῖν τάδε.σὺ δʼ αὐτόθεν μοι χαῖρε καὶ τὰ λοιπά μουμέλου δικαίως, ὥσπερ ἐς τόδʼ ἡμέρας.οὔτʼ εἴ τι μῆκος τῶν λόγων ἔθου πλέον,τέκνοισι τερφθεὶς τοῖσδε, θαυμάσας ἔχω,οὔτʼ εἰ πρὸ τοὐμοῦ προύλαβες τὰ τῶνδʼ ἔπη.βάρος γὰρ ἡμᾶς οὐδὲν ἐκ τούτων ἔχει.οὐ γὰρ λόγοισι τὸν βίον σπουδάζομενλαμπρὸν ποεῖσθαι μᾶλλον ἢ τοῖς δρωμένοις.δείκνυμι δʼ· ὧν γὰρ ὤμοσʼ οὐκ ἐψευσάμηνοὐδέν σε, πρέσβυ· τάσδε γὰρ πάρειμʼ ἄγωνζώσας, ἀκραιφνεῖς τῶν κατηπειλημένων.χὤπως μὲν ἁγὼν ᾑρέθη, τί δεῖ μάτηνκομπεῖν, ἅ γʼ εἴσει καὐτὸς ἐκ ταύταιν ξυνών;λόγος δʼ ὃς ἐμπέπτωκεν ἀρτίως ἐμοὶστείχοντι δεῦρο, συμβαλοῦ γνώμην, ἐπεὶσμικρὸς μὲν εἰπεῖν, ἄξιος δὲ θαυμάσαι·πρᾶγος δʼ ἀτίζειν οὐδὲν ἄνθρωπον χρεών.τί δʼ ἔστι, τέκνον Αἰγέως; δίδασκέ μεὡς μὴ εἰδότʼ αὐτὸν μηδὲν ὧν σὺ πυνθάνει.φασίν τινʼ ἡμῖν ἄνδρα, σοὶ μὲν ἔμπολινοὐκ ὄντα, συγγενῆ δέ, προσπεσόντα πωςβωμῷ καθῆσθαι τῷ Ποσειδῶνος, παρʼ ᾧθύων ἔκυρον, ἡνίχʼ ὡρμώμην ἐγώ.ποδαπόν; τί προσχρῄζοντα τῷ θακήματι·