αἰωρήσασα τοὐμὸν ὄμμα.ἰὼ θεῶν πάνταρχε, παντ-όπτα Ζεῦ, πόροιςγᾶς τᾶσδε δαμούχοιςσθένει ʼπινικείῳ τὸν εὔαγρον τελειῶσαι λόχον,σεμνά τε παῖς Παλλὰς Ἀθάνα.καὶ τὸν ἀγρευτὰν Ἀπόλλωκαὶ κασιγνήταν πυκνοστίκτων ὀπαδὸνὠκυπόδων ἐλάφων στέργω διπλᾶς ἀρωγὰςμολεῖν γᾷ τᾷδε καὶ πολίταις.ὦ ξεῖνʼ ἀλῆτα, τῷ σκοπῷ μὲν οὐκ ἐρεῖςὡς ψευδόμαντις· τὰς κόρας γὰρ εἰσορῶτάσδʼ ἆσσον αὖθις ὧδε προσπολουμένας.ποῦ ποῦ; τί φής; πῶς εἶπας;ὦ πάτερ πάτερ,τίς ἂν θεῶν σοι τόνδʼ ἄριστον ἄνδρʼ ἰδεῖνδοίη, τὸν ἡμᾶς δεῦρο προσπέμψαντά σοι;ὦ τέκνον, ἦ πάρεστον;αἵδε γὰρ χέρεςΘησέως ἔσωσαν φιλτάτων τʼ ὀπαόνων.προσέλθετʼ ὦ παῖ, πατρὶ καὶ τὸ μηδαμὰἐλπισθὲν ἥξειν σῶμα βαστάσαι δότε.αἰτεῖς ἃ τεύξει· σὺν πόθῳ γὰρ ἡ χάρις.ποῦ δῆτα, ποῦ ʼστόν;αἵδʼ ὁμοῦ πελάζομεν.ὦ φίλτατʼ ἔρνη.τῷ τεκόντι πᾶν φίλον.ὦ σκῆπτρα φωτός.δυσμόρου γε δύσμορα.ἔχω τὰ φίλτατʼ, οὐδʼ ἔτʼ ἂν πανάθλιοςθανὼν ἂν εἴην σφῷν παρεστώσαιν ἐμοί.ἐρείσατʼ, ὦ παῖ, πλευρὸν ἀμφιδέξιονἐμφύντε τῷ φύσαντι, κἀναπαύσατοντοῦ πρόσθʼ ἐρήμου τοῦδε δυστήνου πλάνου.καί μοι τὰ πραχθέντʼ εἴπαθʼ ὡς βράχιστʼ, ἐπεὶταῖς τηλικαῖσδε σμικρὸς ἐξαρκεῖ λόγος.ὅδʼ ἔσθʼ ὁ σώσας· τοῦδε χρὴ κλύειν, πάτερ,οὗ κἄστι τοὔργον· τοὐμὸν ὧδʼ ἔσται βραχύ.ὦ ξεῖνε, μὴ θαύμαζε, πρὸς τὸ λιπαρὲςτέκνʼ εἰ φανέντʼ ἄελπτα μηκύνω λόγον.