ἢν μὴ θάνω ʼγὼ πρόσθεν, οὐχὶ παύσομαιπρὶν ἄν σε τῶν σῶν κύριον στήσω τέκνων.ὄναιο, Θησεῦ, τοῦ τε γενναίου χάρινκαὶ τῆς πρὸς ἡμᾶς ἐνδίκου προμηθίας.εἴην ὅθι δαΐωνἀνδρῶν τάχʼ ἐπιστροφαὶτὸν χαλκοβόαν Ἄρημείξουσιν, ἢ πρὸς Πυθίαιςἢ λαμπάσιν ἀκταῖς,οὗ πότνιαι σεμνὰ τιθηνοῦνται τέληθνατοῖσιν, ὧν καὶ χρυσέακλῂς ἐπὶ γλώσσᾳ βέβακεπροσπόλων Εὐμολπιδᾶν·ἔνθʼ οἶμαι τὸν ἐγρεμάχανΘησέα καὶ τὰς διστόλουςἀδμῆτας ἀδελφὰςαὐτάρκει τάχʼ ἐμμίξειν βοᾷτούσδʼ ἀνὰ χώρους·ἤ που τὸν ἐφεσπέρουπέτρας νιφάδος πελῶσʼΟἰάτιδος εἰς νόμον,πώλοισιν ἢ ῥιμφαρμάτοιςφεύγοντες ἁμίλλαις.ἁλώσεται· δεινὸς ὁ προσχώρων Ἄρης,δεινὰ δὲ Θησειδᾶν ἀκμά.πᾶς γὰρ ἀστράπτει χαλινός,πᾶσα δʼ ὁρμᾶται καθεῖσʼἀμπυκτήρια στομίωνἄμβασις, οἳ τὰν ἱππίαντιμῶσιν Ἀθάνανκαὶ τὸν πόντιον γαιάοχονῬέας φίλον υἱόν.ἔρδουσʼ ἢ μέλλουσιν; ὡςπρομνᾶταί τί μοιγνώμα τάχʼ ἀντάσειντᾶν δεινὰ τλασᾶν, δεινὰ δʼ εὑρουσᾶν πρὸς αὐθαίμων πάθη.τελεῖ τελεῖ Ζεύς τι κατʼ ἆμαρμάντις εἴμʼ ἐσθλῶν ἀγώνων.εἴθʼ ἀελλαία ταχύρρωστος πελειὰςαἰθερίας νεφέλας κύρσαιμʼ ἄνωθʼ ἀγώνων