οἷς εἰκὸς ἔκπλει, τἀμά μοι μεθεὶς ὅπλα.τί δρῶμεν, ἄνδρες;ὦ κάκιστʼ ἀνδρῶν, τί δρᾷς;οὐκ εἶ μεθεὶς τὰ τόξα ταῦτʼ ἐμοὶ πάλιν;οἴμοι, τίς ἁνήρ; ἆρʼ Ὀδυσσέως κλύω;Ὀδυσσέως, σάφʼ ἴσθʼ, ἐμοῦ γʼ, ὃν εἰσορᾷς.οἴμοι· πέπραμαι κἀπόλωλʼ· ὅδʼ ἦν ἄραὁ ξυλλαβών με κἀπονοσφίσας ὅπλων.ἐγώ, σάφʼ ἴσθʼ, οὐκ ἄλλος· ὁμολογῶ τάδε.ἀπόδος, ἄφες μοι, παῖ, τὰ τόξα.τοῦτο μέν,οὐδʼ ἢν θέλῃ, δράσει ποτʼ· ἀλλὰ καὶ σὲ δεῖστείχειν ἅμʼ αὐτοῖς, ἢ βίᾳ στελοῦσί σε.ἔμʼ, ὦ κακῶν κάκιστε καὶ τολμήστατε,οἵδʼ ἐκ βίας ἄξουσιν;ἢν μὴ ἕρπῃς ἑκών.ὦ Λημνία χθὼν καὶ τὸ παγκρατὲς σέλαςἩφαιστότευκτον, ταῦτα δῆτʼ ἀνασχετά,εἴ μʼ οὗτος ἐκ τῶν σῶν ἀπάξεται βίᾳ;Ζεύς ἐσθʼ, ἵνʼ εἰδῇς, Ζεύς, ὁ τῆσδε γῆς κρατῶν,Ζεύς, ᾧ δέδοκται ταῦθʼ· ὑπηρετῶ δʼ ἐγώ.ὦ μῖσος, οἷα κἀξανευρίσκεις λέγειν·θεοὺς προτείνων τοὺς θεοὺς ψευδεῖς τίθης.οὔκ, ἀλλʼ ἀληθεῖς· ἡ δʼ ὁδὸς πορευτέα.οὔ φημʼ.ἐγὼ δέ φημι. πειστέον τάδε.οἴμοι τάλας. ἡμᾶς μὲν ὡς δούλους σαφῶςπατὴρ ἄρʼ ἐξέφυσεν οὐδʼ ἐλευθέρους.οὔκ, ἀλλʼ ὁμοίους τοῖς ἀρίστοισιν, μεθʼ ὧνΤροίαν σʼ ἑλεῖν δεῖ καὶ κατασκάψαι βίᾳ.οὐδέποτέ γʼ· οὐδʼ ἢν χρῇ με πᾶν παθεῖν κακόν,ἕως ἂν ᾖ μοι γῆς τόδʼ αἰπεινὸν βάθρον.τί δʼ ἐργασείεις;κρᾶτʼ ἐμὸν τόδʼ αὐτίκαπέτρᾳ πέτρας ἄνωθεν αἱμάξω πεσών.ξυλλάβετον αὐτόν· μὴ ʼπὶ τῷδʼ ἔστω τάδε.ὦ χεῖρες, οἷα πάσχετʼ ἐν χρείᾳ φίληςνευρᾶς, ὑπʼ ἀνδρὸς τοῦδε συνθηρώμεναι.ὦ μηδὲν ὑγιὲς μηδʼ ἐλεύθερον φρονῶν,οἷʼ αὖ μʼ ὑπῆλθες, ὥς μʼ ἐθηράσω, λαβὼν