πρὸς θεῶν πατρῴων, τὸν βίον με μὴ ἀφέλῃ.ὤμοι τάλας. ἀλλʼ οὐδὲ προσφωνεῖ μʼ ἔτι,ἀλλʼ ὡς μεθήσων μήποθʼ, ὧδʼ ὁρᾷ πάλιν.ὦ λιμένες, ὦ προβλῆτες, ὦ ξυνουσίαιθηρῶν ὀρείων, ὦ καταρρῶγες πέτραι,ὑμῖν τάδʼ, οὐ γὰρ ἄλλον οἶδʼ ὅτῳ λέγω,ἀνακλαίομαι παροῦσι τοῖς εἰωθόσιν,οἷʼ ἔργʼ ὁ παῖς μʼ ἔδρασεν οὑξ Ἀχιλλέως·ὀμόσας ἀπάξειν οἴκαδʼ, ἐς Τροίαν μʼ ἄγει·προσθείς τε χεῖρα δεξιάν, τὰ τόξα μουἱερὰ λαβὼν τοῦ Ζηνὸς Ἡρακλέους ἔχει,καὶ τοῖσιν Ἀργείοισι φήνασθαι θέλει·ὡς ἄνδρʼ ἑλὼν ἰσχυρόν ἐκ βίας μʼ ἄγει,κοὐκ οἶδʼ ἐναίρων νεκρὸν ἢ καπνοῦ σκιάν,εἴδωλον ἄλλως· οὐ γὰρ ἂν σθένοντά γεεἷλέν μʼ· ἐπεὶ οὐδʼ ἂν ὧδʼ ἔχοντʼ, εἰ μὴ δόλῳ.νῦν δʼ ἠπάτημαι δύσμορος. τί χρή με δρᾶν;ἀλλʼ ἀπόδος, ἀλλὰ νῦν ἔτʼ ἐν σαυτῷ γενοῦ.τί φής; σιωπᾷς; οὐδέν εἰμʼ ὁ δύσμορος.ὦ σχῆμα πέτρας δίπυλον, αὖθις αὖ πάλινεἴσειμι πρὸς σὲ ψιλός, οὐκ ἔχων τροφήν·ἀλλʼ αὐανοῦμαι τῷδʼ ἐν αὐλίῳ μόνος,οὐ πτηνὸν ὄρνιν οὐδὲ θῆρʼ ὀρειβάτηντόξοις ἐναίρων τοισίδʼ, ἀλλʼ αὐτὸς τάλαςθανὼν παρέξω δαῖθʼ ὑφʼ ὧν ἐφερβόμην,καί μʼ οὓς ἐθήρων πρόσθε θηράσουσι νῦν·φόνον φόνου δὲ ῥύσιον τίσω τάλαςπρὸς τοῦ δοκοῦντος οὐδὲν εἰδέναι κακόν.ὄλοιο—μή πω, πρὶν μάθοιμʼ εἰ καὶ πάλινγνώμην μετοίσεις· εἰ δὲ μή, θάνοις κακῶς.τί δρῶμεν; ἐν σοὶ καὶ τὸ πλεῖν ἡμᾶς, ἄναξ,ἤδη ʼστὶ καὶ τοῖς τοῦδε προσχωρεῖν λόγοις.ἐμοὶ μὲν οἶκτος δεινὸς ἐμπέπτωκέ τιςτοῦδʼ ἀνδρὸς οὐ νῦν πρῶτον, ἀλλὰ καὶ πάλαι.ἐλέησον, ὦ παῖ, πρὸς θεῶν, καὶ μὴ παρῇςσαυτοῦ βροτοῖς ὄνειδος, ἐκκλέψας ἐμέ.οἴμοι, τί δράσω; μή ποτʼ ὤφελον λιπεῖντὴν Σκῦρον· οὕτω τοῖς παροῦσιν ἄχθομαι.οὐκ εἶ κακὸς σύ, πρὸς κακῶν δʼ ἀνδρῶν μαθὼνἔοικας ἥκειν αἰσχρά· νῦν δʼ ἄλλοισι δοὺς