πρόβλημα σαυτοῦ παῖδα τόνδʼ ἀγνῶτʼ ἐμοί,ἀνάξιον μὲν σοῦ, κατάξιον δʼ ἐμοῦ,ὃς οὐδὲν ᾔδει πλὴν τὸ προσταχθὲν ποεῖν,δῆλος δὲ καὶ νῦν ἐστιν ἀλγεινῶς φέρωνοἷς τʼ αὐτὸς ἐξήμαρτεν οἷς τʼ ἐγὼ ʼπαθον.ἀλλʼ ἡ κακὴ σὴ διὰ μυχῶν βλέπουσʼ ἀεὶψυχή νιν ἀφυῆ τʼ ὄντα κοὐ θέλονθʼ ὅμωςεὖ προυδίδαξεν ἐν κακοῖς εἶναι σοφόν.καὶ νῦν ἔμʼ, ὦ δύστηνε, συνδήσας νοεῖςἄγειν ἀπʼ ἀκτῆς τῆσδʼ, ἐν ᾗ με προυβάλουἄφιλον ἔρημον ἄπολιν, ἐν ζῶσιν νεκρόν. φεῦ.ὄλοιο· καί σοι πολλάκις τόδʼ ηὐξάμην.ἀλλʼ οὐ γὰρ οὐδὲν θεοὶ νέμουσιν ἡδύ μοι,σὺ μὲν γέγηθας ζῶν, ἐγὼ δʼ ἀλγύνομαιτοῦτʼ αὔθʼ, ὅτι ζῶ σὺν κακοῖς πολλοῖς τάλας,γελώμενος πρὸς σοῦ τε καὶ τῶν Ἀτρέωςδιπλῶν στρατηγῶν, οἷς σὺ ταῦθʼ ὑπηρετεῖς.καίτοι σὺ μὲν κλοπῇ τε κἀνάγκῃ ζυγεὶςἔπλεις ἅμʼ αὐτοῖς, ἐμὲ δὲ τὸν πανάθλιον,ἑκόντα πλεύσανθʼ ἑπτὰ ναυσὶ ναυβάτην,ἄτιμον ἔβαλον, ὡς σὺ φής, κεῖνοι δὲ σέ.καὶ νῦν τί μʼ ἄγετε; τί μʼ ἀπάγεσθε; τοῦ χάριν;ὃς οὐδέν εἰμι καὶ τέθνηχʼ ὑμῖν πάλαι.πῶς, ὦ θεοῖς ἔχθιστε, νῦν οὐκ εἰμί σοιχωλός, δυσώδης; πῶς θεοῖς ἔξεσθʼ, ὁμοῦπλεύσαντος αἴθειν ἱερά; πῶς σπένδειν ἔτι;αὕτη γὰρ ἦν σοι πρόφασις ἐκβαλεῖν ἐμέ.κακῶς ὄλοισθʼ· ὀλεῖσθε δʼ ἠδικηκότεςτὸν ἄνδρα τόνδε, θεοῖσιν εἰ δίκης μέλει.ἔξοιδα δʼ ὡς μέλει γʼ· ἐπεὶ οὔποτʼ ἂν στόλονἐπλεύσατʼ ἂν τόνδʼ εἵνεκʼ ἀνδρὸς ἀθλίου,εἰ μή τι κέντρον θεῖον ἦγʼ ὑμᾶς ἐμοῦ.ἀλλʼ, ὦ πατρῴα γῆ θεοί τʼ ἐπόψιοι,τίσασθε τίσασθʼ ἀλλὰ τῷ χρόνῳ ποτὲξύμπαντας αὐτούς, εἴ τι κἄμʼ οἰκτίρετε·ὡς ζῶ μὲν οἰκτρῶς, εἰ δʼ ἴδοιμʼ ὀλωλόταςτούτους, δοκοῖμʼ ἂν τῆς νόσου πεφευγέναι.βαρύς τε καὶ βαρεῖαν ὁ ξένος φάτιντήνδʼ εἶπʼ, Ὀδυσσεῦ, κοὐχ ὑπείκουσαν κακοῖς.πόλλʼ ἂν λέγειν ἔχοιμι πρὸς τὰ τοῦδʼ ἔπη,