ἀκτὴ μὲν ἥδε τῆς περιρρύτου χθονὸςΛήμνου, βροτοῖς ἄστιπτος οὐδʼ οἰκουμένη,ἔνθʼ, ὦ κρατίστου πατρὸς Ἑλλήνων τραφεὶςἈχιλλέως παῖ Νεοπτόλεμε, τὸν ΜηλιᾶΠοίαντος υἱὸν ἐξέθηκʼ ἐγώ ποτε,ταχθεὶς τόδʼ ἔρδειν τῶν ἀνασσόντων ὕπο,νόσῳ καταστάζοντα διαβόρῳ πόδα·ὅτʼ οὔτε λοιβῆς ἡμὶν οὔτε θυμάτωνπαρῆν ἑκήλοις προσθιγεῖν, ἀλλʼ ἀγρίαιςκατεῖχʼ ἀεὶ πᾶν στρατόπεδον δυσφημίαις,βοῶν, στενάζων. ἀλλὰ ταῦτα μὲν τί δεῖλέγειν; ἀκμὴ γὰρ οὐ μακρῶν ἡμῖν λόγων,μὴ καὶ μάθῃ μʼ ἥκοντα κἀκχέω τὸ πᾶνσόφισμα, τῷ νιν αὐτίχʼ αἱρήσειν δοκῶ.ἀλλʼ ἔργον ἤδη σὸν τὰ λοίφʼ ὑπηρετεῖνσκοπεῖν θʼ ὅπου ʼστʼ ἐνταῦθα δίστομος πέτρατοιάδʼ, ἵνʼ ἐν ψύχει μὲν ἡλίου διπλῆπάρεστιν ἐνθάκησις, ἐν θέρει δʼ ὕπνονδιʼ ἀμφιτρῆτος αὐλίου πέμπει πνοή·βαιὸν δʼ ἔνερθεν ἐξ ἀριστερᾶς τάχʼ ἂνἴδοις ποτὸν κρηναῖον, εἴπερ ἐστὶ σῶν.ἅ μοι προσελθὼν σῖγα σήμαινʼ εἴτʼ ἐκεῖχῶρον τὸν αὐτὸν τόνδʼ ἔτʼ εἴτʼ ἄλλῃ κυρεῖ,ὡς τἀπίλοιπα τῶν λόγων σὺ μὲν κλύῃς,ἐγὼ δὲ φράζω, κοινὰ δʼ ἐξ ἀμφοῖν ἴῃ.ἄναξ Ὀδυσσεῦ, τοὔργον οὐ μακρὰν λέγεις·δοκῶ γὰρ οἷον εἶπας ἄντρον εἰσορᾶν.ἄνωθεν ἢ κάτωθεν; οὐ γὰρ ἐννοῶ.τόδʼ ἐξύπερθε· καὶ στίβου γʼ οὐδεὶς κτύπος.ὅρα καθʼ ὕπνον μὴ καταυλισθεὶς κυρεῖ.ὁρῶ κενὴν οἴκησιν ἀνθρώπων δίχα.οὐδʼ ἔνδον οἰκοποιός ἐστί τις τροφή;στιπτή γε φυλλὰς ὡς ἐναυλίζοντί τῳ.τὰ δʼ ἄλλʼ ἔρημα, κοὐδέν ἐσθʼ ὑπόστεγον;αὐτόξυλόν γʼ ἔκπωμα, φλαυρουργοῦ τινοςτεχνήματʼ ἀνδρός, καὶ πυρεῖʼ ὁμοῦ τάδε.κείνου τὸ θησαύρισμα σημαίνεις τόδε.ἰοὺ ἰού· καὶ ταῦτά γʼ ἄλλα θάλπεταιῥάκη, βαρείας του νοσηλείας πλέα.ἁνὴρ κατοικεῖ τούσδε τοὺς τόπους σαφῶς,